On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

προσήκει δ’ ὅμως (ἀνακάμπτει γὰρ ἐπὶ τὴν ἀρχὴν ἡμῖν τοῦ ὑπομνήματος ἡ παραίνεσις), ἐπειδὴ τὸ μὲν ἀδιάπτωτον ὡς ἐπὶ τὸ πολὺ τέχνης ἐστὶ κατόρθωμα, τὸ δ’ ἐν ὑπεροχῇ πλὴν οὐχ ὁμότονον μεγολοφυΐας, βοήθημα τῇ φύσει πάντη πορίζεσθαι τὴν τέχνην· ἡ γὰρ ἀλληλουχία τούτων ἴσως γένοιτ’ ἂν τὸ τέλειον.

Τοσαῦτα ἦν ἀναγκαῖον ὑπὲρ τῶν προτεθέντων ἐπικρῖναι σκεμμάτων· χαιρέτω δ’ ἕκαστος οἷς ἥδεται.

138

Ταῖς δὲ μεταφοραῖς γειτνιῶσιν (ἐπανιτέον γὰρ) αἱ παραβολαὶ καὶ εἰκόνες, ἐκείνῃ μόνον παραλλάττουσαι ---

---

orgpage.202r
στοι καὶ αἱ τοιαῦται·
εἰ μὴ τὸν ἐγκέφαλον ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.
διόπερ εἰδέναι χρὴ τὸ μέχρι ποῦ παροριστέον ἕκαστον· τὸ γὰρ ἐνίοτε περαιτέρω προεκπίπτειν ἀναιρεῖ τὴν ὑπερβολὴν καὶ τὰ τοιαῦτα ὑπερτεινόμενα χαλᾶται, ἔσθ’ ὅτε δὲ καὶ εἰς ὑπεναντιώσεις ἀντιπεριΐσταται.

ὁ γοῦν Ἰσοκράτης οὐκ οἶδ’ ὅπως παιδὸς πρᾶγμα ἔπαθεν διὰ τὴν τοῦ πάντα αὐξητικῶς ἐθέλειν λέγειν φιλοτιμίαν. ἔστι μὲν γὰρ ὑπόθεσις αὐτῷ τοῦ Πανηγυρικοῦ λόγου, ὡς ἡ Ἀθηναίων πόλις ταῖς εἰς τοὺς Ἕλληνας εὐεργεσίαις ὑπερβάλλει τὴν Λακεδαιμονίων, ὁ δ’ εὐθὺς ἐν τῇ εἰσβολῇ ταῦτα τίθησιν·

ἔπειθ’ οἱ λόγοι τοσαύτην ἔχουσι δύναμιν, ὥσθ’ οἷόν τ’ εἶναι καὶ τὰ μεγάλα ταπεινὰ ποιῆσαι καὶ τοῖς μικροῖς περιθεῖναι μέγεθος, καὶ τὰ παλαιὰ καινῶς εἰπεῖν καὶ περὶ τῶν νεωστὶ γεγενημένων ἀρχαίως διελθεῖν.
οὐκοῦν, φησί τις, Ἰσόκρατες, οὕτως μέλλεις καὶ τὰ περὶ Λακεδαιμονίων καὶ Ἀθηναίων ἐναλλάττειν; σχεδὸν γὰρ τὸ τῶν λόγων ἐγκώμιον ἀπιστίας τῆς καθ’ αὑτοῦ τοῖς ἀκούουσι παράγγελμα καὶ προοίμιον ἐξέθηκε.