On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
καὶ Ξενοφῶν·
πόνον δὲ τοῦ ζῆν ἡδέως ἡγεμόνα νομίζετε· κάλλιστον δὲ πάντων καὶ πολεμικώτατον κτῆμα εἰς τὰς ψυχὰς συγκεκόμισθε· ἐπαινούμενοι γὰρ μᾶλλον ἢ τοῖς ἄλλοις πᾶσι χαίρετε.ἀντὶ τοῦ πονεῖν θέλετε
πόνον ἡγεμόνα τοῦ ζῆν ἡδέως ποιεῖσθεεἰπὼν καὶ τἆλλ’ ὁμοίως ἐπεκτείνας μεγάλην τινὰ ἔννοιαν τῷ ἐπαίνῳ προσπεριωρίσατο.
καὶ τὸ ἀμίμητον ἐκεῖνο τοῦ Ἡροδότου·
τῶν δὲ Σκυθέων τοῖς συλήσασι τὸ ἱερὸν ἐνέβαλεν ἡ θεὸς θήλειαν νοῦσον.
Ἐπίκηρον μέντοι τὸ πρᾶγμα, ἡ περίφρασις, τῶν ἄλλων πλέον, εἰ μὴ συμμέτρως τινὶ λαμβάνοιτο· εὐθὺς γὰρ ἀβλεμὲς προσπίπτει, κουφολογίας τε ὄζον καὶ παχύτατον·
orgpage.196v
ὅθεν καὶ τὸν Πλάτωνα (δεινὸς γὰρ ἀεὶ περὶ σχῆμα κἄν τισιν ἀκαίρως) ἐν τοῖς νόμοις λέγοντα ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν ἐν πόλει ἱδρυμένον ἐᾶν οἰκεῖνδιαχλευάζουσιν, ὡς εἰ πρόβατα, φησίν, ἐκώλυε κεκτῆσθαι, δῆλον ὅτι προβάτειον ἂν καὶ βόειον πλοῦτον ἔλεγεν.
Ἀλλὰ γὰρ ἅλις ὑπὲρ τῆς εἰς τὰ ὑψηλὰ τῶν σχημάτων χρήσεως ἐκ παρενθήκης τοσαῦτα πεφιλολογῆσθαι, Τερεντιανὲ φίλτατε· πάντα γὰρ ταῦτα παθητικωτέρους καὶ συγκεκινημένους ἀποτελεῖ τοὺς λόγους· πάθος δὲ ὕψους μετέχει τοσοῦτον, ὁπόσον ἦθος ἡδονῆς.
118