On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
ὁ μὲν γὰρ Δημοσθένης κατ̓ ἄλλον τινὰ τρόπον ἐπὶ τοῦ Ἀριστογείτονος ἐμπαθὲς τὸ πολυπρόσωπον καὶ ἀγχίστροφον παρέστακεν.
καὶ οὐδεὶς ὑμῶν χολὴνφησὶν
οὐδ’ ὀργὴν ἔχων εὑρεθήσεται, ἐφ’ οἷς ὁ βδελυρὸς οὗτος καὶ ἀναιδὴς βιάζεται; ὅς, ὦ μιαρώτατε ἁπάντων, κεκλειμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τιςἐν ἀτελεῖ τῷ νῷ
114
ταχὺ διαλλάξας καὶ μόνον οὐ μίαν λέξιν διὰ τὸν θυμὸν εἰς δύο διασπάσας πρόσωπα ὅς, ὦ μιαρώτατε,εἶτα πρὸς τὸν Ἀριστογείτονα τὸν λόγον ἀποστρέψας καὶ ἀπολιπεῖν δοκῶν, ὅμως διὰ τοῦ πάθους πολὺ πλέον ἐπέστρεψεν.
οὐκ ἄλλως ἢ Πηνελόπη,
- κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
- εἰπέμεναι δμωῇσιν Ὀδυσσῆος θείοιο
- ἔργων παύσασθαι, σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι;
- μὴ μνηστεύσαντες, μηδ’ ἄλλοθ’ ὁμιλήσαντες,
- ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν,
- οἳ θάμ’ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
- κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
- ὑμετέρων τῶν πρόσθεν ἀκούετε παῖδες ἐόντες,
- οἷος Ὀδυσσεὺς ἔσκε.