On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
Ἔτι γε μὴν ἔσθ’ ὅτε περὶ προσώπου διηγούμενος ὁ συγγραφεὺς ἐξαίφνης παρενεχθεὶς εἰς τὸ αὐτὸ πρόσωπον ἀντιμεθίσταται, καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἐκβολή τις πάθους.
οὐκοῦν τὴν μὲν διήγησιν ἅτε πρέπουσαν ὁ ποιητὴς προσῆψεν ἑαυτῷ, τὴν δ’ ἀπότομον ἀπειλὴν τῷ θυμῷ τοῦ ἡγεμόνος ἐξαπίνης οὐδὲν προδηλώσας περιέθηκεν· ἐψύχετο γάρ, εἰ παρενετίθει· ἔλεγε δὲ τοῖά τινα καὶ τοῖα ὁ Ἕκτωρ· νυνὶ δ’ ἔφθακεν ἄφνω τὸν μεταβαίνοντα ἡ τοῦ λόγου μετάβασις.
- Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας,
- νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ’ ἔναρα βροτόεντα.
- ὃν δ’ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἐθέλοντα νοήσω,
- αὐτοῦ οἱ θάνατον μητίσομαι.