On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
τοιαῦτα παρὰ τῷ Σοφοκλεῖ τὰ ἐπὶ τοῦ Οἰδίπου·
πάντα γὰρ ταῦτα ἓν ὄνομά ἐστιν, Οἰδίπους, ἐπὶ δὲ θατέρου Ἰοκάστη, ἀλλ’ ὅμως χυθεὶς εἰς τὰ πληθυντικὰ ὁ ἀριθμὸς συνεπλήθυσε καὶ τὰς ἀτυχίας, καὶ ὡς ἐκεῖνα πεπλεόνασται
- ὦ γάμοι, γάμοι,
- ἐφύσαθ’ ἡμᾶς καὶ φυτεύσαντες πάλιν
- ἀνεῖτε ταὐτὸ σπέρμα κἀπεδείξατε
- πατέρας ἀδελφοὺς παῖδας, αἷμ’ ἐμφύλιον,
- νύμφας, γυναῖκας, μητέρας τε χὠπόσα
- αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
- ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες·
108
καὶ τὸ Πλατωνικόν, ὃ καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων· οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ’ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ’ αὐτοὶ Ἕλληνες, οὐ μιξοβάρβαροι οἰκοῦμεν.καὶ τὰ ἑξῆς. φύσει γὰρ ἐξακούεται τὰ πράγματα κομπωδέστερα ἀγεληδὸν οὕτως τῶν ὀνομάτων ἐπισυντιθεμένων. οὐ μέντοι δεῖ ποιεῖν αὐτὸ ἐπ’ ἄλλων, εἰ μὴ ἐφ’ ὧν δέχεται τὰ ὑποκείμενα αὔξησιν ἢ πληθὺν ἢ ὑπερβολὴν ἢ πάθος, ἕν τι τούτων ἢ τὰ πλείονα, ἐπεί τοι τὸ παντα
orgpage.194v
χοῦ κώδωνας ἐξῆφθαι λίαν σοφιστικόν. Ἀλλὰ μὴν καὶ τοὐναντίον τὰ ἐκ τῶν πληθυντικῶν εἰς τὰ ἑνικὰ ἐπισυναγόμενα ἐνίοτε ὑψηλοφανέστατα.
ἔπειθ̓ ἡ Πελοπόννησος ἅπασα διειστήκειφησί.
καὶ δὴ Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν διδάξαντι εἰς δάκρυα ἔπεσε τὸ θέητρον.τὸ ἐκ τῶν διῃρημένων εἰς τὰ ἡνωμένα ἐπισυστρέψαι τὸν ἀριθμὸν σωματοειδέστερον.
αἴτιον δ’ ἐπ’ ἀμφοῖν τοῦ κόσμου ταὐτὸν οἶμαι· ὅπου τε γὰρ ἑνικὰ ὑπάρχει τὰ ὀνόματα, τὸ πολλὰ ποιεῖν αὐτὰ παρὰ δόξαν ἐμπαθοῦς· ὅπου τε πληθυντικά, τὸ εἰς ἕν τι εὔηχον συγκορυφοῦν τὰ πλείονα διὰ τὴν εἰς τοὐναντίον μεταμόρφωσιν τῶν πραγμάτων ἐν τῷ παραλόγῳ.