On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
Τά γε μὴν πολύπτωτα λεγόμενα, ἀθροισμοὶ καὶ μεταβολαὶ καὶ κλίμακες, πάνυ ἀγωνιστικά, ὡς οἶσθα, κόσμου τε καὶ παντὸς ὕψους καὶ πάθους συνεργά. τί δέ; αἱ τῶν πτώσεων χρόνων προσώπων ἀριθμῶν γενῶν ἐναλλάξεις πῶς ποτε καταποικίλλουσι καὶ ἐπεγείρουσι τὰ ἑρμηνευτικά;
φημὶ δὲ τῶν κα
orgpage.194r
τὰ τοὺς ἀριθμοὺς οὐ μόνα ταῦτα κοσμεῖν, ὁπόσα τοῖς τύποις ἑνικὰ ὄντα τῇ δυνάμει κατὰ τὴν ἀναθεώρησιν πληθυντικὰ εὑρίσκεται· ἀλλ’ ἐκεῖνα μᾶλλον παρατηρήσεως ἄξια, ὅτι ἔσθ’ ὅπου προσπίπτει τὰ πληθυντικὰ μεγαλορρημονέστερα καὶ αὐτῷ δοξοκοποῦντα τῷ ὄχλῳ τοῦ ἀριθμοῦ.
- αὐτίκα, φησί, λαὸς ἀπείρων
- θύννον ἐπ’ ἠϊόνεσσι διϊστάμενοι κελάδησαν·