On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
Τῆς δὲ αὐτῆς ἰδέας καὶ τὰ ὑπερβατὰ θετέον. ἔστι δὲ λέξεων ἢ νοήσεων ἐκ τοῦ κατ’ ἀκολουθίαν κεκινημένη τάξις καὶ οἱονεὶ χαρακτὴρ ἐναγωνίου πάθους ἀληθέστατος. ὡς γὰρ οἱ τῷ ὄντι ὀργιζόμενοι ἢ φοβούμενοι ἢ ἀγανακτοῦντες ἢ ὑπὸ ζηλοτυπίας ἢ ὑπὸ ἄλλου τινὸς (πολλὰ γὰρ καὶ ἀναρίθμητα πάθη καὶ οὐδ’ ἂν εἰπεῖν τις ὁπόσα δύ
ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν104τὰ πράγματα, ἄνδρες Ἴωνες, εἶναι ἐλευθέροις ἢ δούλοις, καὶ τούτοις ὡς δραπέτῃσιν. νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέχεσθαι, παραχρῆμα μὲν πόνος ὑμῖν, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλέσθαι τοὺς πολεμίους.
ἐνταῦθ̓ ἦν τὸ κατὰ τάξιν· ὦ ἄνδρες Ἴωνες, νῦν καιρός ἐστιν ὑμῖν πόνους ἐπιδέχεσθαι· ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πράγματα. ὁ δὲ τὸ μὲν ἄνδρες Ἴωνες ὑπερεβίβασεν· προεισέβαλεν οὖν εὐθὺς ἀπὸ τοῦ φόβου, ὡς μηδ’ ἀρχὴν φθάνων πρὸς τὸ ἐφεστὼς δέος προσαγορεῦσαι τοὺς ἀκούοντας· ἔπειτα δὲ τὴν τῶν νοημάτων ἀπέστρεψε τάξιν. πρὸ γὰρ τοῦ φῆσαι ὅτι αὐτοὺς δεῖ πονεῖν (τοῦτο γάρ ἐστιν ὃ παρακελεύεται), ἔμπροσθεν ἀποδίδωσι τὴν αἰτίαν, δι’ ἣν πονεῖν δεῖ,
ἐπὶ ξυφήσαςorgpage.193vροῦ ἀκμῆς
ἔχεται ἡμῖν τὰ πράγματα·ὡς μὴ δοκεῖν ἐσκεμμένα λέγειν, ἀλλ’ ἠναγκασμένα.