On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

καὶ τὰ τοῦ Εὐρυλόχου,

  1. ἤλθομεν ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυσσεῦ.
  2. εἴδομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά.
τὰ γὰρ ἀλλήλων διακεκομμένα καὶ οὐδὲν ἧσσον κατεσπευσμένα φέρει τῆς ἀγωνίας ἔμφασιν ἅμα καὶ ἐμποδιζούσης
100
τι καὶ συνδιωκούσης. τοιαῦθ’ ὁ ποιητὴς ἐξήνεγκε διὰ τῶν ἀσυνδέτων.

Ἄκρως δὲ καὶ ἡ ἐπὶ ταὐτὸ σύνοδος τῶν σχημάτων εἴωθε κινεῖν, ὅταν δύο ἢ τρία οἷον κατὰ συμμορίαν ἀνακιρνάμενα ἀλλήλοις ἐρανίζῃ τὴν ἰσχὺν τὴν πειθὼ τὸ κάλλος, ὁποῖα καὶ τὰ εἰς τὸν Μειδίαν, ταῖς ἀναφοραῖς ὁμοῦ καὶ τῇ διατυπώσει συναναπεπλεγμένα τὰ ἀσύνδετα.

πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνια οὐδ᾽ ἂν ἀπαγγεῖλαι δύναιτο ἑτέρῳ, τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ.