On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι· λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις, διὰ ταῦθ’ ἑξῆς κανονίζει καὶ δι’ ἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον·

τοὺς προκινδυνεύσαντας
φησὶ
Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ’ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους.
οὐδαμοῦ νικήσαντας εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει·
οὓς ἅπαντας ἔθαψε δημοσίᾳ
φησὶν
ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους.

Οὐκ ἄξιον ἐπὶ τούτου τοῦ τόπου παραλιπεῖν ἕν τι τῶν ἡμῖν τεθεωρημένων, φίλτατε, ἔσται δὲ πάνυ σύντομον, ὅτι φύσει πως συμμαχεῖ τε τῷ ὕψει τὰ σχήματα καὶ πάλιν ἀντισυμμαχεῖται θαυμαστῶς ὑπ’ αὐτοῦ. πῇ δὲ καὶ πῶς, ἐγὼ φράσω. ὕποπτόν ἐστιν ἰδίως τὸ διὰ σχημάτων πανουργεῖν καὶ προσβάλλον ὑπόνοιαν ἐνέδρας ἐπιβουλῆς παραλογισμοῦ. καὶ ταῦθ’ ὅταν ᾖ πρὸς κριτὴν κύριον ὁ λόγος, μάλιστα δὲ πρὸς τυράννους βασιλέας ἡγεμόνας ἐν ὑπεροχαῖς· ἀγανακτεῖ γὰρ εὐθύς, εἰ ὡς παῖς ἄφρων ὑπὸ τεχνίτου ῥήτορος σχηματίοις κατασοφίζεται, καὶ εἰς καταφρό

orgpage.191r
νησιν ἑαυτοῦ λαμβάνων τὸν παραλογισμὸν ἐνίοτε μὲν ἀποθηριοῦται τὸ σύνολον, κἂν ἐπικρατήσῃ δὲ τοῦ θυμοῦ, πρὸς τὴν πειθὼ τῶν λόγων πάντως ἀντιδιατίθεται. διόπερ καὶ τότε ἄριστον δοκεῖ τὸ σχῆμα, ὅταν αὐτὸ τοῦτο διαλανθάνῃ ὅτι σχῆμά ἐστιν.