On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
τί οὖν ἡ ῥητορικὴ φαντασία δύναται; πολλὰ μὲν ἴσως καὶ ἄλλα τοῖς λόγοις ἐναγώνια καὶ ἐμπαθῆ προσεισφέρειν, κατακιρναμένη μέντοι ταῖς πραγματικαῖς ἐπιχειρήσεσιν οὐ πείθει τὸν ἀκροατὴν μόνον, ἀλλὰ καὶ δουλοῦται.
καὶ μὴν εἴ τις,φησὶν
αὐτίκα δὴ μάλα κραυγῆς ἀκούσειε πρὸ τῶν δικαστηρίων, εἶτ’ εἴποι τις, ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ90δὲ δεσμῶται φεύγουσιν, οὐθεὶς οὕτως οὔτε γέρων οὔτε νέος ὀλίγωρός ἐστιν, ὃς οὐχὶ βοηθήσει, καθ’ ὅσον δύναται· εἰ δὲ δή τις εἴποι παρελθών, ὡς ὁ τούτους ἀφεὶς οὗτός ἐστιν, οὐδὲ λόγου τυχὼν παραυτίκ’ ἂν ἀπόλοιτο.
ὡς νὴ Δία καὶ ὁ Ὑπερίδης κατηγορούμενος, ἐπειδὴ τοὺς δούλους μετὰ τὴν ἧτταν ἐλευθέρους ἐψηφίσατο, τοῦτο τὸ ψήφισμα, εἶπεν, οὐχ ὁ ῥήτωρ ἔγραψεν ἀλλ’ ἡ ἐν Χαιρωνείᾳ μάχη. ἅμα γὰρ τῷ πραγματικῷ ἐπιχειρεῖν ὁ ῥήτωρ πεφάντασται, διὸ καὶ τὸν τοῦ πείθειν ὅρον ὑπερ
φύσει δέ πως ἐν τοῖς τοιούτοις ἅπασιν ἀεὶ τοῦ κρείττονος ἀκούομεν, ὅθεν ἀπὸ τοῦ ἀποδεικτικοῦ περιελκόμεθα εἰς τὸ κατὰ φαντασίαν ἐκπληκτικόν, ᾧ τὸ πραγματικὸν ἐγκρύπτεται περιλαμπόμενον. καὶ τοῦτ̓ οὐκ ἀπεικότως πάσχομεν· δυεῖν γὰρ συνταττομένων ὑφ̓ ἓν ἀεὶ τὸ κρεῖττον εἰς ἑαυτὸ τὴν θατέρου δύναμιν περισπᾷ.
Τοσαῦτα περὶ τῶν κατὰ τὰς νοήσεις ὑψηλῶν καὶ ὑπὸ μεγαλοφροσύνης μιμήσεως ἢ φαντασίας ἀπογεννωμένων ἀρκέσει.