On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

τῷ γοῦν Φαέθοντι παραδιδοὺς τὰς ἡνίας ὁ Ἥλιος,

  1. ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών·
  2. κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν
  3. κάτω διήσει,
φησίν, εἶθ’ ἑξῆς,
86
  1. ἵει δ’ ἐφ’ ἑπτὰ Πλειάδων ἔχων δρόμον.
  2. τοσαῦτ’ ἀκούσας εἶτ’ ἔμαρψεν ἡνίας·
  3. κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων
  4. μεθῆκεν, αἱ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτύχας.
  5. πατὴρ δ’ ὄπισθε νῶτα Σειρίου βεβὼς
  6. ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ̓ ἔλα,
  7. τῇδε στρέφ’ ἅρμα, τῇδε.
ἆρ’ οὐκ ἂν εἴποις, ὅτι ἡ ψυχὴ τοῦ γράφοντος συνε
orgpage.188v
πιβαίνει τοῦ ἅρματος, καὶ συγκινδυνεύουσα τοῖς ἵπποις συνεπτέρωται; οὐ γὰρ ἄν, εἰ μὴ τοῖς οὐρανίοις ἐκείνοις ἔργοις ἰσοδρομοῦσα ἐφέρετο, τοιαῦτ’ ἄν ποτε ἐφαντάσθη. ὅμοια καὶ τὰ ἐπὶ τῆς Κασσάνδρας αὐτῷ,
  1. ἀλλ᾽, ὦ φίλιπποι Τρῶες.

τοῦ δ’ Αἰσχύλου φαντασίαις ἐπιτολμῶντος ἡρωϊκωτάταις, ὥσπερ καὶ οἱ Ἑπτὰ ἐπὶ Θήβας παρ’ αὐτῷ,

  1. ἄνδρες (φησὶν) ἑπτὰ θούριοι λοχαγέται,
  2. ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος,
  3. καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
  4. Ἄρη τ’ Ἐνυὼ καὶ φιλαίματον Φόβον
  5. ὁρκωμότησαν,
τὸν ἴδιον αὑτῶν πρὸς ἀλλήλους δίχα οἴκτου συνομνύμενοι θάνατον, ἐνίοτε μέντοι ἀκατεργάστους καὶ οἱονεὶ ποκοειδεῖς τὰς ἐννοίας καὶ ἀμαλάκτους φέροντος, ὅμως ἑαυτὸν ὁ Εὐριπίδης κἀκείνοις ὑπὸ φιλοτιμίας τοῖς κινδύνοις προσβιβάζει.

καὶ παρὰ μὲν Αἰσχύλῳ παραδόξως τὰ τοῦ Λυκούργου βασίλεια κατὰ τὴν ἐπιφάνειαν τοῦ Διονύσου

88
θεοφορεῖται,
  1. ἐνθουσιᾷ δὴ δῶμα, βακχεύει στέγη·
ὁ δ’ Εὐριπίδης τὸ αὐτὸ τοῦθ’ ἑτέρως ἐφηδύνας ἐξεφώνησε,
  1. πᾶν δὲ συνεβάκχεὐ ὄρος.