On the Sublime
Longinus
Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.
- φαίνεταί μοι κῆνος ἴσος θεοῖσιν
- ἔμμεν ὡνήρ, ὅστις ἐναντίος τοι
- ἱζάνει, καὶ πλησίον ἁδὺ φωνεύ-
- σας ὑπακούει
- καὶ γελαίσας ἱμερόεν, τό μοι μὰν
- καρδίαν ἐν στήθεσιν ἐπτόασεν.
- ὥς σε γὰρ ἴδω βροχέως με φωνᾶς
- οὐδὲν ἔτ’ εἴκει·
- ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε· λεπτὸν δ᾽
- αὐτίκα χρῶ πῦρ ὑπαδεδρόμακεν·
- ὀππάτεσσι δ’ οὐδὲν ὅρημ̓, ἐπιρρόμ-
- βεισι δ’ ἄκουαι·
- κὰδ δέ μ’ ἱδρὼς κακχέεται, τρόμος δὲ
- παῖσαν ἀγρεῖ, χλωροτέρα δὲ ποίας
- ἐμμί· τεθνάκην δ’ ὀλίγω
orgpage.184vʼπιδεύην- φαίνομαι.
- ἀλλὰ πᾶν τολματόν, ἐπεὶ καὶ πένητα
οὐ θαυμάζεις, ὡς ὑπὸ τὸ αὐτὸ τὴν ψυχὴν τὸ σῶμα τὰς ἀκοὰς τὴν γλῶσσαν τὰς ὄψεις τὴν χρόαν, πάνθ’ ὡς ἀλλότρια διοιχόμενα ἐπιζητεῖ καὶ καθ’ ὑπεναντιώσεις ἅμα ψύχεται κᾴεται, ἀλογιστεῖ φρονεῖ; ἢ γὰρ φοβεῖται ἢ παρ’ ὀλίγον τέθνηκεν· ἵνα μὴ ἕν τι περὶ αὐτὴν πάθος φαίνηται, παθῶν δὲ σύνοδος. πάντα μὲν τοιαῦτα γίνεται περὶ τοὺς ἐρῶντας, ἡ λῆψις δ’ ὡς ἔφην τῶν ἄκρων καὶ ἡ εἰς ταὐτὸ συναίρεσις ἀπειργάσατο τὴν ἐξοχήν· ὅνπερ οἶμαι καὶ ἐπὶ τῶν χειμώνων τρόπον ὁ ποιητὴς ἐκλαμβάνει
72
τῶν παρακολουθούντων τὰ χαλεπώτατα. ὁ μὲν γὰρ τὰ Ἀριμάσπεια ποιήσας ἐκεῖνα οἴεται δεινά·
παντὶ οἶμαι δῆλον, ὡς πλέον ἄνθος ἔχει τὰ λεγόμενα ἢ δέος.
- θαῦμ’ ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρῃσιν.
- ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι·
- δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά,
- ὄμματ’ ἐν ἄστροισι, ψυχὴν δ’ ἐνὶ πόντῳ ἔχουσιν.
- ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες
- εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι.