Discourses
Epictetus
Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.
οὕτως καὶ ὑπὸ τῶν στρατιωτῶν ἐν Ῥώμῃ οἱ προπετεῖς λαμβάνονται. παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρʼ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ.
τοιοῦτόν τι καὶ ἐν τῷ καθόλου πάσχομεν. οὐ γὰρ ὡς ἐμοὶ ἐκεῖνος ἀσφαλῶς πεπίστευκεν τὰ ἑαυτοῦ, οὕτως κἀγὼ τῷ ἐπιτυχόντι·
ἀλλʼ ἐγὼ μὲν ἀκούσας σιωπῶ, ἄν γε ὦ τοιοῦτος, ὁ δʼ ἐξελθὼν ἐκφέρει πρὸς πάντας. εἶτʼ ἂν γνῶ τὸ γενόμενον, ἂν μὲν ὦ καὶ αὐτὸς ἐκείνῳ ὅμοιος, ἀμύνασθαι θέλων ἐκφέρω τὰ ἐκείνου καὶ φύρω καὶ φύρομαι.
ἂν δὲ μνημονεύω, ὅτι ἄλλος ἄλλον οὐ βλάπτει, ἀλλὰ τὰ αὑτοῦ ἔργα ἕκαστον καὶ βλάπτει καὶ ὠφελεῖ, τούτου μὲν κρατῶ τοῦ μὴ ὅμοιόν τι ποιῆσαι ἐκείνῳ, ὅμως δʼ ὑπὸ φλυαρίας τῆς ἐμαυτοῦ πέπονθα ἃ πέπονθα.