Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἡ δʼ ἰδία πρὸς τὸ ἐπιτήδευμα ἑκάστου καὶ τὴν προαίρεσιν. ὁ κιθαρῳδὸς ὡς κιθαρῳδός, ὁ τέκτων ὡς τέκτων, ὁ φιλόσοφος ὡς φιλόσοφος, ὁ ῥήτωρ ὡς ῥήτωρ.

ὅταν οὖν λέγῃς δεῦτε καὶ ἀκούσατέ μου ἀναγιγνώσκοντος ὑμῖν, σκέψαι πρῶτον μὴ εἰκῇ αὐτὸ ποιεῖν. εἶτʼ ἂν εὕρῃς, ὅτι ἀναφέρεις, σκέψαι, εἰ ἐφʼ ὃ δεῖ. ὠφελῆσαι θέλεις ἢ ἐπαινεθῆναι;

εὐθὺς ἀκούεις λέγοντος ἐμοὶ δὲ τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου τίς λόγος; καὶ καλῶς λέγει. οὐδὲν γὰρ τῷ μουσικῷ, καθὸ μουσικός ἐστιν, οὐδὲ τῷ γεωμετρικῷ.

οὐκοῦν ὠφελῆσαι θέλεις; πρὸς τί; εἰπὲ καὶ ἡμῖν, ἵνα καὶ αὐτοὶ τρέχωμεν εἰς τὸ ἀκροατήριόν σου. νῦν δύναταί τις ὠφελῆσαι ἄλλους μὴ αὐτὸς ὠφελημένος; οὔ. οὐδὲ γὰρ εἰς τεκτονικὴν ὁ μὴ τέκτων οὐδʼ εἰς σκυτικὴν ὁ μὴ σκυτεύς.

θέλεις οὖν γνῶναι, εἰ ὠφέλησαι; φέρε σου τὰ δόγματα, φιλόσοφε. τίς ἐπαγγελία ὀρέξεως; μὴ ἀποτυγχάνειν. τίς ἐκκλίσεως;

μὴ περιπίπτειν. ἄγε, πληροῦμεν αὐτῶν τὴν ἐπαγγελίαν; εἰπέ μοι τἀληθῆ· ἂν δὲ ψεύσῃ, ἐρῶ σοι· πρῴην ψυχρότερόν σου τῶν ἀκροατῶν συνελθόντων καὶ μὴ ἐπιβοησάντων σοι τεταπεινωμένος ἐξῆλθες·

πρῴην ἐπαινεθεὶς περιήρχου καὶ πᾶσιν ἔλεγες τί σοι ἔδοξα; θαυμαστῶς, κύριε, τὴν ἐμήν σοι σωτηρίαν. πῶς δʼ εἶπον ἐκεῖνο; τὸ ποῖον; ὅπου διέγραψα τὸν Πᾶνα καὶ τὰς Νύμφας.

ὑπερφυῶς. εἶτά μοι λέγεις, ἐν ὀρέξει καὶ ἐκκλίσει κατὰ φύσιν ἀναστρέφῃ; ὕπαγε, ἄλλον πεῖθε.

τὸν δεῖνα δὲ πρῴην οὐκ ἐπῄνεις παρὰ τὸ σοὶ φαινόμενον; τὸν δεῖνα δʼ οὐκ ἐκολάκευες τὸν συγκλητικόν; ἤθελές σου τὰ παιδία εἶναι τοιαῦτα; — μὴ γένοιτο.

— τίνος οὖν ἕνεκα ἐπῄνεις καὶ περιεῖπες αὐτόν; — εὐφυὴς νεανίσκος καὶ λόγων ἀκουστικός. — πόθεν τοῦτο; — ἐμὲ θαυμάζει. — εἴρηκας τὴν ἀπόδειξιν. εἶτα τί δοκεῖ σοι; αὐτοί σου οὗτοι οὐ καταφρονοῦσιν λεληθότως;

ὅταν οὖν ἄνθρωπος συνειδὼς ἑαυτῷ μηθὲν ἀγαθὸν μήτε πεποιηκότι μήτʼ ἐνθυμουμένῳ εὕρῃ φιλόσοφον τὸν λέγοντα μεγαλοφυὴς καὶ ἁπλοῦς καὶ ἀκέραιος, τί δοκεῖς ἄλλο αὐτὸν λέγειν ἢ οὗτός τινά ποτέ μου χρείαν ἔχει;

ἢ εἰπέ μοι, τί μεγαλοφυοῦς ἔργον ἐπιδέδεικται; ἰδοὺ σύνεστί σοι τοσούτῳ χρόνῳ, διαλεγομένου σου ἀκήκοεν, ἀναγιγνώσκοντος ἀκήκοεν. κατέσταλται, ἐπέστραπται ἐφʼ αὑτόν; ᾔσθηται, ἐν οἵοις κακοῖς ἐστιν; ἀποβέβληκεν οἴησιν; ζητεῖ τὸν διδάξοντα;

— ζητεῖ, φησί. — τὸν διδάξοντα, πῶς δεῖ βιοῦν; οὔ, μωρέ· ἀλλὰ πῶς δεῖ φράζειν· τούτου γὰρ ἕνεκα καὶ σὲ θαυμάζει. ἄκουσον αὐτοῦ, τίνα λέγει. οὗτος ὁ ἄνθρωπος πάνυ τεχνικώτατα γράφει, Δίωνος πολὺ κάλλιον. ὅλον ἄλλο ἐστίν.

μή τι λέγει ὁ ἄνθρωπος αἰδήμων ἐστίν, οὗτος πιστός ἐστιν, οὗτος ἀτάραχός ἐστιν; εἰ δὲ καὶ ἔλεγεν, εἶπον ἂν αὐτῷ ἐπειδὴ οὗτος πιστός ἐστιν, οὗτος ὁ πιστὸς τί ἐστιν; καὶ εἰ μὴ εἶχεν εἰπεῖν, προσέθηκα ἂν ὅτι πρῶτον μάθε, τί λέγεις, εἶθʼ οὕτως λέγε.