Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄνθρωπε, σκέψαι πρῶτον τί ἐστι τὸ πρᾶγμα, εἶτα καὶ τὴν σαυτοῦ φύσιν, τί δύνασαι βαστάσαι. εἰ παλαιστής, ἰδού σου τοὺς ὤμους, τοὺς μηρούς, τὴν ὀσφῦν.

ἄλλος γὰρ πρὸς ἄλλο τι πέφυκεν. δοκεῖς ὅτι ταῦτα ποιῶν δύνασαι φιλοσοφεῖν; δοκεῖς ὅτι δύνασαι ὡσαύτως ἐσθίειν, ὡσαύτως πίνειν, ὁμοίως ὀργίζεσθαι, ὁμοίως δυσαρεστεῖν;

ἀγρυπνῆσαι δεῖ, πονῆσαι, νικῆσαί τινας ἐπιθυμίας, ἀπελθεῖν ἀπὸ τῶν οἰκείων, ὑπὸ παιδαρίου καταφρονηθῆναι, ὑπὸ τῶν ἀπαντώντων καταγελασθῆναι, ἐν παντὶ ἔλασσον ἔχειν, ἐν ἀρχῇ, ἐν τιμῇ, ἐν δίκῃ.

ταῦτα περισκεψάμενος, εἴ σοι δοκεῖ, προσέρχου, εἰ θέλεις ἀντικαταλλάξασθαι τούτων ἀπάθειαν, ἐλευθερίαν, ἀταραξίαν. εἰ δὲ μή, μὴ πρόσαγε, μὴ ὡς τὰ παιδία νῦν μὲν φιλόσοφος, ὕστερον δὲ τελώνης, εἶτα ῥήτωρ, εἶτα ἐπίτροπος Καίσαρος.

ταῦτα οὐ συμφωνεῖ· ἕνα σε δεῖ ἄνθρωπον εἶναι ἢ ἀγαθὸν ἢ κακόν· ἢ τὸ ἡγεμονικόν σε δεῖ ἐξεργάζεσθαι τὸ σαυτοῦ ἢ τὰ ἐκτός· ἢ περὶ τὰ ἔσω φιλοπονεῖν ἢ περὶ τὰ ἔξω· τοῦτʼ ἔστι φιλοσόφου στάσιν ἔχειν ἢ ἰδιώτου.

Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;· ὁ δὲ μὴ παρέργως ποτʼ, ἔφη, ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;

ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον ἢ εἰς λαλιὰν ἢ εἰς συμπόσια ἢ ἁπλῶς εἰς συμβίωσιν ἢ αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἢ ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ.

καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, ἢ αὐτὸς ἐκεῖνον ἀποσβέσει ἢ ἐκεῖνος τοῦτον ἐκκαύσει.

τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένους, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης·

τί γὰρ ποιήσεις, ἂν περὶ μονομάχων λαλῇς, ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων· ὁ δεῖνα κακός, ὁ δεῖνα ἀγαθός· τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς· ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται;

ἔχει τις ὑμῶν παρασκευὴν οἵαν ὁ κιθαριστικὸς τὴν λύραν λαβών, ὥστʼ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστʼ ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας;

πόθεν ὑμῖν; ἀλλʼ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.

διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν· διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἣ ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν.

πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα.

μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν· εἰ δὲ μή, καθʼ ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε.

μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε.

διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγοντας εἴδʼ ὁ δεῖνα φιλοσοφεῖ, ὁ τοῖος καὶ ὁ τοῖος.

οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες.