De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. Κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ Βαβυλώνια περιθείς.

Πάνυ δὲ κολακευτικῶς κατακλίνασα αὐτὴν Καλλιρρόη “ἔρρωσό μοι” φησίν, “ὦ Στάτειρα, καὶ μέμνησό μου καὶ γράφε μοι πολλάκις εἰς Συρακούσας· ῥᾴδια γὰρ πάντα

p.146
βασιλεῖ. Κἀγὼ δέ σοι χάριν εἴσομαι παρὰ τοῖς γονεῦσί μου καὶ τοῖς θεοῖς τοῖς Ἑλληνικοῖς. Συνίστημί σοι τὸ τέκνον μου, ὃ καὶ σὺ ἡδέως εἶδες· νόμιζε

ἐκεῖνο παραθήκην ἔχειν ἀντ’ ἐμοῦ.” Ταῦτα λέγουσα δακρύων ἐνεπλήσθη καὶ γόον ἤγειρε ταῖς γυναιξίν· ἐξιοῦσα δὲ τῆς νεὼς ἡ Καλλιρρόη, ἠρέμα προσκύψασα τῇ Στατείρᾳ καὶ ἐρυθριῶσα τὴν ἐπιστολὴν ἐπέδωκε καὶ “ταύτην” εἶπε “δὸς Διονυσίῳ τῷ δυστυχεῖ, ὃν παρατίθημι σοί τε καὶ βασιλεῖ. Παρηγορήσατε αὐτόν. Φοβοῦμαι μὴ ἐμοῦ χωρισθεὶς ἑαυτὸν

ἀνέλῃ.” Ἔτι δὲ ἂν ἐλάλουν αἱ γυναῖκες καὶ ἔκλαον καὶ ἀλλήλας κατεφίλουν, εἰ μὴ παρήγγειλαν οἱ κυβερνῆται τὴν ἀναγωγήν. Μέλλουσα δὲ ἐμβαίνειν εἰς τὴν τριήρη ἡ Καλλιρρόη τὴν Ἀφροδίτην προσεκύνησε. “Χάρις σοι” φησὶν “ὦ δέσποινα, τῶν παρόντων. Ἤδη μοι διαλλάττῃ· δὸς δέ μοι καὶ Συρακούσας ἰδεῖν. Πολλὴ μὲν ἐν μέσῳ θάλασσα, καὶ ἐκδέχεταί με φοβερὰ πελάγη, πλὴν οὐ φοβοῦμαι σοῦ μοι

συμπλεούσης.” Ἀλλ’ οὐδὲ τῶν Αἰγυπτίων οὐδεὶς ἐνέβη ταῖς Δημητρίου ναυσίν, εἰ μὴ πρότερον συνετάξατο Χαιρέᾳ καὶ κεφαλὴν καὶ χεῖρας αὐτοῦ κατεφίλησε· τοσοῦτον ἵμερον πᾶσιν ἐνέθηκε. Καὶ πρῶτον ἐκεῖνον εἴασεν ἀναχθῆναι τὸν στόλον, ὡς ἀκούεσθαι μέχρι πόρρω τῆς θαλάσσης ἐπαίνους μεμιγμένους εὐχαῖς.

Καὶ οὗτοι μὲν ἔπλεον, βασιλεὺς δὲ ὁ μέγας κρατήσας τῶν πολεμίων εἰς Αἴγυπτον μὲν ἐξέπεμπε τὸν καταστησόμενον τὰ ἐν αὐτῇ βεβαίως, αὐτὸς δ’ ἔσπευδεν εἰς Ἄραδον πρὸς τὴν γυναῖκα.

Ὄντι δὲ αὐτῷ περὶ Χίον καὶ Τύρον καὶ θύοντι τῷ Ἡρακλεῖ τὰ ἐπινίκια προσῆλθέ τις ἀγγέλλων ὅτι “Ἄραδος ἐκπεπόρθηται καί ἐστι κενή, πάντα δὲ τὰ ἐν αὐτῇ φέρουσιν

p.147
αἱ ναῦς τῶν Αἰγυπτίων·” μέγα δὲ πένθος κατήγγειλε βασιλεῖ, ὡς ἀπολωλυίας τῆς βασιλίδος· ἐπένθουν δὲ καὶ Περσῶν οἱ ἐντιμότατοι Στάτειραν πρόφασιν, σφῶν δ’ αὐτῶν κήδἐ ἕκαστος, ὁ μὲν γυναῖκα, ὁ δὲ ἀδελφήν, ὁ δὲ θυγατέρα, πάντες δέ τινα, ἕκαστος οἰκεῖον· ἐκπεπλευκότων δὲ τῶν πολεμίων ἄγνωστον ἦν διὰ ποίας θαλάσσης.

Τῇ δευτέρᾳ δὲ τῶν ἡμερῶν ὤφθησαν αἱ Αἰγυπτίων ναῦς προσπλέουσαι. Καὶ τὸ μὲν ἀληθὲς ἄδηλον ἦν, ἐθαύμαζον δὲ ὁρῶντες, καὶ ἔτι μᾶλλον ἐπέτεινεν αὐτῶν τὴν ἀπορίαν σημεῖον ἀρθὲν ἀπὸ τῆς νεὼς τῆς Δημητρίου βασιλικόν, ὅπερ εἴωθεν αἴρεσθαι μόνου πλέοντος βασιλέως· τοῦτο δὲ ταραχὴν ἐποίησεν, ὡς πολεμίων ὄντων.

Εὐθὺς δὲ θέοντες ἐμήνυον Ἀρταξέρξῃ “τάχα δή τις εὑρεθήσεται βασιλεὺς Αἰγυπτίων.” Ὁ δὲ ἀνέθορεν ἐκ τοῦ θρόνου καὶ ἔσπευδεν ἐπὶ τὴν θάλασσαν καὶ σύνθημα πολεμικὸν ἐδίδου· τριήρεις μὲν γὰρ οὐκ ἦσαν αὐτῷ· πᾶν δὲ τὸ πλῆθος ἔστησεν ἐπὶ τοῦ λιμένος παρεσκευασμένον εἰς μάχην.

Ἤδη δέ τις καὶ τόξον ἐνέτεινε καὶ λόγχην ἔμελλεν ἀφιέναι, εἰ μὴ συνῆκε Δημήτριος καὶ τοῦτο ἐμήνυσε τῇ βασιλίδι. Ἡ δὲ Στάτειρα προελθοῦσα τῆς σκηνῆς ἔδειξεν ἑαυτήν. Εὐθὺς οὖν τὰ ὅπλα ῥίψαντες προσεκύνησαν· βασιλεὺς δὲ οὐ κατέσχεν, ἀλλὰ πρὶν καλῶς τὴν ναῦν καταχθῆναι πρῶτος εἰσεπήδησεν εἰς αὐτήν, περιχυθεὶς δὲ τῇ γυναικὶ ἐκ τῆς χαρᾶς δάκρυα ἀφῆκε καὶ εἶπε “τίς ἄρα μοι θεῶν ἀποδέδωκέ σε, γύναι φιλτάτη; ἀμφότερα γὰρ ἄπιστα καὶ ἀπολέσθαι βασιλίδα καὶ ἀπολομένην εὑρεθῆναι.

Πῶς δέ σε εἰς γῆν καταλιπὼν ἐκ θαλάσσης ἀπολαμβάνω;” Στάτειρα δὲ ἀπεκρίνατο “δῶρον ἔχεις με παρὰ Καλλιρρόης.” Ἀκούσας δὲ τοὔνομα βασιλεὺς

p.148
ὡς ἐπὶ τραύματι παλαιῷ πληγὴν ἔλαβε καινήν· βλέψας δὲ εἰς Ἀρταξάτην τὸν εὐνοῦχον “ἄγε με” φησὶ “πρὸς Καλλιρρόην,

ἵνα αὐτῇ χάριν γνῶ.” Εἶπεν ἡ Στάτειρα “μαθήσῃ πάντα παρ’ ἐμοῦ,” ἅμα δὲ προῄεσαν ἐκ τοῦ λιμένος εἰς τὰ βασίλεια. Τότε δὲ πάντας ἀπαλλαγῆναι κελεύσασα καὶ μόνον τὸν εὐνοῦχον παρεῖναι διηγεῖτο τὰ ἐν Ἀράδῳ, τὰ ἐν Κύπρῳ, καὶ τελευταίαν ἔδωκε τὴν ἐπιστολὴν τὴν Χαιρέου.

Βασιλεὺς δὲ ἀναγινώσκων μυρίων παθῶν ἐπληροῦτο· καὶ γὰρ ὠργίζετο διὰ τὴν ἅλωσιν τῶν φιλτάτων καὶ μετενόει %5 διὰ τὸ παρασχεῖν αὐτομολίας ἀνάγκην, καὶ χάριν δὲ αὐτῷ πάλιν ἠπίστατο ὅτι Καλλιρρόην μηκέτι δύναιτο θεάσασθαι. Μάλιστα δὲ πάντων φθόνος ἥπτετο αὐτοῦ, καὶ ἔλεγε “μακάριος Χαιρέας, εὐτυχέστερος ἐμοῦ.”

Ἐπεὶ δὲ ἅλις ἦν τῶν διηγημάτων, Στάτειρα εἶπε “παραμύθησαι, βασιλεῦ, Διονύσιον· τοῦτο γάρ σε παρακαλεῖ Καλλιρρόη.” Ἐπιστραφεὶς οὖν ὁ Ἀρταξέρξης πρὸς τὸν εὐνοῦχον “ἐλθέτω” φησὶ “Διονύσιος.”

Καὶ ἦλθε ταχέως, μετέωρος ταῖς ἐλπίσι· τῶν γὰρ περὶ Χαιρέαν ἠπίστατο οὐδέν, μετὰ δὲ τῶν ἄλλων γυναικῶν ἐδόκει Καλλιρρόην παρεῖναι καὶ βασιλέα καλεῖν αὐτόν, ἵνα ἀποδῷ τὴν γυναῖκα, γέρας τῆς ἀριστείας. Ἐπεὶ δὲ εἰσῆλθε, διηγήσατο αὐτῷ βασιλεὺς πάντα τὰ γεγενημένα. Ἐν ἐκείνῳ δὲ τῷ καιρῷ φρόνησιν Διονύσιος ἐπεδείξατο καὶ παιδείαν ἐξαίρετον.

Ὥσπερ γάρ τις κεραυνοῦ πεσόντος πρὸ τῶν ποδῶν αὐτοῦ μὴ ταραχθείη, οὕτω κἀκεῖνος ἀκούσας λόγων σκηπτοῦ βαρυτέρων, ὅτι Χαιρέας Καλλιρρόην εἰς Συρακούσας ἀπάγει, ὅμως εὐσταθὴς ἔμεινε καὶ οὐκ ἔδοξεν ἀσφαλὲς αὐτῷ τὸ λυπεῖσθαι, σωθείσης τῆς βασιλίδος.

Ὁ δὲ Ἀρταξέρξης “εἰ μὲν ἐδυνάμην”

p.149
ἔφη, “Καλλιρρόην ἂν ἀπέδωκά σοι, Διονύσιε· πᾶσαν γὰρ εὔνοιαν εἰς ἐμὲ καὶ πίστιν ἐπεδείξω· τούτου δὲ ὄντος ἀμηχάνου, δίδωμί σοι πάσης Ἰωνίας ἄρχειν, καὶ πρῶτος εὐεργέτης εἰς οἶκον βασιλέως ἀναγραφήσῃ.” Προσεκύνησεν ὁ Διονύσιος καὶ χάριν ὁμολογήσας ἔσπευδεν ἀπαλλαγῆναι καὶ δακρύων ἐξουσίαν ἔχειν· ἐξιόντι δὲ αὐτῷ Στάτειρα τὴν ἐπιστολὴν ἡσυχῆ δίδωσιν.