De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί
τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἀποφαίνειν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν,
ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”
Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.
Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.