Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

καὶ οἵδε μὲν οὕτως ἐγκρατῶς ἀπέθανον· ἠνυσμένων δὲ τῶν ἀμφὶ τὴν Ἰταλίαν πολέμοις καὶ πυρὶ καὶ φόνῳ πολλῷ, οἱ μὲν τοῦ Σύλλα στρατηγοὶ τὰς πόλεις ἐπιόντες τὰ ὕποπτα ἐφρούρουν, καὶ Πομπήιος ἔς τε Λιβύην ἐπὶ Κάρβωνα καὶ ἐς Σικελίαν ἐπὶ τοὺς ἐκεῖ Κάρβωνος φίλους ἐστέλλετο· αὐτὸς δὲ ὁ Σύλλας Ῥωμαίους ἐς ἐκκλησίαν συναγαγὼν πολλὰ ἐμεγαληγόρησεν ἐφʼ ἑαυτῷ καὶ φοβερὰ ἐς κατάπληξιν εἶπεν ἕτερα καὶ ἐπήνεγκεν, ὅτι τὸν μὲν δῆμον ἐς χρηστὴν ἄξει μεταβολήν, εἰ πείθοιντό οἱ, τῶν δʼ ἐχθρῶν οὐδενὸς ἐς ἔσχατον κακοῦ φείσεται, ἀλλὰ καὶ τοὺς στρατηγοὺς ἢ ταμίας ἢ χιλιάρχους ἢ ὅσοι τι συνέπραξαν ἄλλοι τοῖς πολεμίοις, μεθʼ ἣν ἡμέραν Σκιπίων ὁ ὕπατος οὐκ ἐνέμεινε τοῖς πρὸς αὐτὸν ὡμολογημένοις, μετελεύσεσθαι κατὰ κράτος. ταῦτα δʼ εἰπὼν αὐτίκα βουλευτὰς ἐς τεσσαράκοντα καὶ τῶν καλουμένων ἱππέων ἀμφὶ χιλίους καὶ ἑξακοσίους ἐπὶ θανάτῳ προύγραφεν. οὗτος γὰρ δοκεῖ πρῶτος, οὓς ἐκόλασε θανάτῳ, προγράψαι καὶ γέρα τοῖς ἀναιροῦσι καὶ μήνυτρα τοῖς ἐλέγχουσι καὶ κολάσεις τοῖς κρύπτουσιν ἐπιγράψαι. μετʼ οὐ πολὺ δὲ βουλευτὰς ἄλλους αὐτοῖς προσετίθει. καὶ τῶνδε οἱ μὲν ἀδοκήτως καταλαμβανόμενοι διεφθείροντο, ἔνθα συνελαμβάνοντο, ἐν οἰκίαις ἢ στενωποῖς ἢ ἱεροῖς, οἱ δὲ μετέωροι πρὸς τὸν Σύλλαν φερόμενοί τε καὶ πρὸ ποδῶν αὐτοῦ ῥιπτούμενοι· οἱ δὲ καὶ ἐσύροντο καὶ κατεπατοῦντο, οὐδὲ φωνὴν ἔτι τῶν θεωμένων οὐδενὸς ἐπὶ τοσοῖσδε κακοῖς ἔχοντος ὑπʼ ἐκπλήξεως. ἐξέλασίς τε ἑτέρων ἦν καὶ δήμευσις τῶν ἑτέροις ὄντων. ἐπὶ δὲ τοὺς τῆς πόλεως ἐκφυγόντας ζητηταὶ πάντα μαστεύοντες διέθεον καὶ ὅσους αὐτῶν λάβοιεν ἀνῄρουν.

πολλὴ δὲ καὶ τῶν Ἰταλιωτῶν ἀναίρεσίς τε καὶ ἐξέλασις καὶ δήμευσις ἦν, ὅσοι τι Κάρβωνος ἢ Νωρβανοῦ ἢ Μαρίου ἢ τῶν ὑπʼ ἐκείνοις στρατηγούντων ὑπήκουσαν. κρίσεις τε ἦσαν ἐπὶ τούτοις ἀνὰ τὴν Ἰταλίαν ὅλην πικραὶ καὶ ἐγκλήματα ποικίλα, στρατηγίας ἢ στρατείας ἢ ἐσφορᾶς χρημάτων ἢ ἄλλης ὑπηρεσίας ἢ βουλεύσεως ὅλως κατὰ Σύλλα. ἐγκλήματα δʼ ἦν καὶ ξενία καὶ φιλία καὶ δάνεισμα, λαβόντος ἢ δόντος, ἤδη δέ τις καὶ προθυμίας ἢ μόνης συνοδίας ἡλίσκετο. καὶ ταῦτʼ ἤκμαζε μάλιστα κατὰ τῶν πλουσίων. ὡς δʼ ἐξέλιπε τὰ καθʼ ἕνα ἄνδρα ἐγκλήματα, ἐπὶ τὰς πόλεις ὁ Σύλλας μετῄει καὶ ἐκόλαζε καὶ τάσδε, τῶν μὲν ἀκροπόλεις κατασκάπτων ἢ τείχη καθαιρῶν ἢ κοινὰς ζημίας ἐπιτιθεὶς ἢ εἰσφοραῖς ἐκτρύχων βαρυτάταις· ταῖς δὲ πλείοσι τοὺς ἑαυτῷ στρατευσαμένους ἐπῴκιζεν ὡς ἕξων φρούρια κατὰ τῆς Ἰταλίας τήν τε γῆν αὐτῶν καὶ τὰ οἰκήματα ἐς τούσδε μεταφέρων διεμέριζεν· ὃ καὶ μάλιστʼ αὐτοὺς εὔνους αὐτῷ καὶ τελευτήσαντι ἐποίησεν· ὡς γὰρ οὐχ ἕξοντες αὐτὰ βεβαίως, εἰ μὴ πάντʼ εἴη τὰ Σύλλα βέβαια, ὑπερηγωνίζοντο αὐτοῦ και μεταστάντος.

καὶ τάδε μὲν ἦν ἀμφὶ τὴν Ἰταλίαν, Κάρβωνα δʼ ἐκ Λιβύης ἐς Σικελίαν μετὰ πολλῶν ἐπιφανῶν καὶ ἀπʼ αὐτῆς ἐς Κοσσύραν νῆσον ὑποφεύγοντα πέμψας τινὰς ὁ Πομπήιος συνέλαβε. καὶ τοὺς μὲν ἄλλους τοῖς ἄγουσιν ἐκέλευσεν οὐδʼ ἐς ὄψιν οἱ προσαχθέντας ἀνελεῖν, Κάρβωνα δὲ παραστησάμενος αὑτοῦ τοῖς ποσὶ δεσμώτην τρὶς ὕπατον ἐπεδημηγόρησε καὶ κατέκανε καὶ τὴν κεφαλὴν ἐς Σύλλαν ἔπεμψεν.

ὁ δʼ, ἐπεί οἱ πάντα, ὡς ἐβούλετο, ἐπὶ τοῖς ἐχθροῖς διῴκητο καὶ πολέμιον οὐδὲν ἦν ἔτι πλὴν Σερτωρίου μακρὰν ὄντος, Μέτελλον μὲν ἐπὶ τοῦτον ἐξέπεμπεν ἐς Ἰβηρίαν, τὰ δʼ ἐν τῇ πόλει καθίστατο ἅπαντα ἐφʼ ἑαυτοῦ, καθʼ ὃν ἐβούλετο τρόπον. νόμου γὰρ ἢ χειροτονίας ἢ κλήρου λόγος οὐκ ἦν ἔτι, πεφρικότων ὑπὸ δέους πάντων καὶ κρυπτομένων ἢ σιωπώντων· οἳ καὶ πάντα, ὅσα διῴκησεν ὁ Σύλλας ὑπατεύων τε καὶ ἀνθυπατεύων, βέβαια καὶ ἀνεύθυνα ἐψηφίζοντο εἶναι εἰκόνα τε αὐτοῦ ἐπίχρυσον ἐπὶ ἵππου πρὸ τῶν ἐμβόλων ἀνέθεσαν καὶ ὑπέγραψαν “Κορνηλίου Σύλλα ἡγεμόνος Εὐτυχοῦς.” ὧδε γὰρ αὐτὸν οἱ κόλακες, διευτυχοῦντα ἐπὶ τοῖς ἐχθροῖς, ὠνόμαζον· καὶ προῆλθεν ἐς βέβαιον ὄνομα ἡ κολακεία. ἤδη δέ που γραφῇ περιέτυχον ἡγουμένῃ τὸν Σύλλαν Ἐπαφρόδιτον ἐν τῷδε τῷ ψηφίσματι ἀναγραφῆναι, καὶ οὐκ ἀπεικὸς ἐφαίνετό μοι καὶ τόδε, ἐπεὶ καὶ Φαῦστος ἐπωνομάζετο· δύναται δὲ τοῦ αἰσίου καὶ ἐπαφροδίτου ἀγχοτάτω μάλιστα εἶναι τὸ ὄνομα. ἔστι δʼ ὅπου καὶ χρησμὸς αὐτῷ δοθεὶς ἐβεβαίου τάδε σκεπτομένῳ τὰ μέλλοντα.

  1. πείθεὸ μοι, Ῥωμαῖε. κράτος μέγα Κύπρις ἔδωκεν
  2. Αἰνείου γενεῇ μεμελημένη. ἀλλὰ σὺ πᾶσιν
  3. ἀθανάτοις ἐπέτεια τίθει. μὴ λήθεο τῶνδε·
  4. Δελφοῖς δῶρα κόμιζε. καὶ ἔστι τις ἀμβαίνουσι
  5. Ταύρου ὑπὸ νιφόεντος, ὅπου περιμήκετον ἄστυ
  6. Καρῶν, οἳ ναίουσιν ἐπώνυμον ἐξ Ἀφροδίτης·
  7. ᾗ πέλεκυν θέμενος λήψῃ κράτος ἀμφιλαφές σοι.

ὁπότερα δʼ αὐτῶν ἐψηφίσαντο Ῥωμαῖοι τὴν εἰκόνα τιθέντες, δοκοῦσί μοι παρασκώπτοντες ἢ ἐκμειλισσόμενοι τὸν ἄνδρα ἐπιγράψαι. ἔπεμψε δὲ καὶ στέφανον χρύσεον καὶ πέλεκυν, ἐπιγράψας τάδε·

  1. τόνδε σοι αὐτοκράτωρ Σύλλας ἀνέθηκʼ, Ἀφροδίτη,
  2. ᾧ σʼ εἶδον κατʼ ὄνειρον ἀνὰ στρατιὴν διέπουσαν
  3. τεύχεσι τοῖς Ἄρεος μαρναμένην ἔνοπλον.

ὁ δὲ ἔργῳ βασιλεὺς ὢν ἢ τύραννος, οὐχ αἱρετός, ἀλλὰ δυνάμει καὶ βίᾳ, δεόμενος δʼ ἄρα καὶ τοῦ προσποιήματος αἱρετὸς εἶναι δοκεῖν, ὧδε καὶ τόδε ἐμηχανήσατο. Ῥωμαίοις πάλαι κατʼ ἀρετὴν ἦσαν οἱ βασιλέες· καὶ ὁπότε τις αὐτῶν ἀποθάνοι, βουλευτὴς ἕτερος παρʼ ἕτερον ἐπὶ πέντε ἡμέρας ἦρχεν, ἕως τινὰ ἄλλον ὁ δῆμος δοκιμάσειε βασιλεύειν. καὶ τόνδε τὸν πενθήμερον ἄρχοντα ἰντέρρηγα ἐκάλουν· εἴη δʼ ἂν ἐν τοσῷδε βασιλεύς. ἀρχαιρέσια δʼ ὑπάτων οἱ λήγοντες τῆς ἀρχῆς ἀεὶ προυτίθεσαν· καὶ εἴ ποτε κατὰ συντυχίαν ὕπατος οὐκ εἴη, ὅδε ὁ ἐν τοσῷδε βασιλεὺς καὶ τότε ἐγίγνετο ἐς τὴν τῶν ὑπάτων χειροτονίαν. τούτου δὴ τοῦ ἔθους ἐπιβαίνων ὁ Σύλλας, ὑπάτων οὐκ ὄντων, ἐπεὶ καὶ Κάρβων ἐν Σικελίᾳ καὶ Μάριος κατὰ Πραινεστὸν ἐτεθνήκεσαν, αὐτὸς μέν που τῆς πόλεως ὑπεξῆλθε, τῇ δὲ βουλῇ προσέταξεν ἑλέσθαι τὸν καλούμενον μεταξὺ βασιλέα.

ἡ μὲν δὴ Οὐαλέριον Φλάκκον εἵλετο, ἐλπίσασα ὑπάτων προτεθήσεσθαι χειροτονίαν· ὁ δὲ Σύλλας ἐπέστελλε τῷ Φλάκκῳ γνώμην ἐς τὸν δῆμον ἐσενεγκεῖν, ὅτι χρήσιμον ἡγοῖτο Σύλλας ἐν τῷ παρόντι ἔσεσθαι τῇ πόλει τὴν ἀρχήν, οὓς ἐκάλουν δικτάτορας, παυσάμενον ἔθος ἐκ τετρακοσίων ἐτῶν· ὃν δὲ ἕλοιντο, ἐκέλευεν ἄρχειν οὐκ ἐς χρόνον ῥητόν, ἀλλὰ μέχρι τὴν πόλιν καὶ τὴν Ἰταλίαν καὶ τὴν ἀρχὴν ὅλην στάσεσι καὶ πολέμοις σεσαλευμένην στηρίσειεν. ὁ μὲν δὴ νοῦς τὴν γνώμην ἐς αὐτὸν ἔφερε τὸν Σύλλαν, καὶ οὐδʼ ἀμφίβολον ἦν· ὁ δὲ Σύλλας οὐ κατασχὼν αὑτοῦ καὶ τοῦτʼ ἐν τέλει τῆς ἐπιστολῆς ἀνεκάλυπτεν, ὅτι οἱ δοκοίη μάλιστʼ ἂν αὐτὸς τῇ πόλει καὶ ἐν τῷδε γενέσθαι χρήσιμος.