Library

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.

ἐγένοντο δὲ ἐξ Ἀνδρομέδας παῖδες αὐτῷ, πρὶν μὲν ἐλθεῖν εἰς τὴν Ἑλλάδα Πέρσης, ὃν παρὰ Κηφεῖ κατέλιπεν (ἀπὸ τούτου δὲ τοὺς Περσῶν βασιλέας λέγεται γενέσθαι), ἐν Μυκήναις δὲ Ἀλκαῖος καὶ Σθένελος καὶ Ἕλειος Μήστωρ τε καὶ Ἠλεκτρύων, καὶ θυγάτηρ Γοργοφόνη, ἣν Περιήρης ἔγημεν.

164

ἐκ μὲν οὖν Ἀλκαίου καὶ Ἀστυδαμείας τῆς Πέλοπος, ὡς δὲ ἔνιοι λέγουσι Λαονόμης τῆς Γουνέως, ὡς δὲ ἄλλοι πάλιν Ἱππονόμης τῆς Μενοικέως, Ἀμφιτρύων ἐγένετο καὶ θυγάτηρ Ἀναξώ, ἐκ δὲ Μήστορος καὶ Λυσιδίκης τῆς Πέλοπος Ἱπποθόη. ταύτην ἁρπάσας Ποσειδῶν καὶ κομίσας ἐπὶ τὰς Ἐχινάδας νήσους μίγνυται, καὶ γεννᾷ Τάφιον, ὃς ᾤκισε Τάφον καὶ τοὺς λαοὺς Τηλεβόας ἐκάλεσεν, ὅτι τηλοῦ τῆς πατρίδος ἔβη. ἐκ Ταφίου δὲ παῖς Πτερέλαος ἐγένετο· τοῦτον ἀθάνατον ἐποίησε Ποσειδῶν, ἐν τῇ κεφαλῇ χρυσῆν ἐνθεὶς τρίχα. Πτερελάῳ δὲ ἐγένοντο παῖδες Χρομίος Τύραννος Ἀντίοχος Χερσιδάμας Μήστωρ Εὐήρης.

Ἠλεκτρύων δὲ γήμας τὴν Ἀλκαίου θυγατέρα Ἀναξώ, ἐγέννησε θυγατέρα. μὲν Ἀλκμήνην, παῖδας δὲ Στρατοβάτην Γοργοφόνον Φυλόνομον Κελαινέα Ἀμφίμαχον Λυσίνομον Χειρίμαχον Ἀνάκτορα Ἀρχέλαον, μετὰ δὲ τούτους καὶ νόθον ἐκ Φρυγίας γυναικὸς Μιδέας Λικύμνιον.

166

Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ ζῆλον Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.

Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν τοῦ μητροπάτορος ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς

168
βόας· ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ προκλήσεως ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ· Ἀμφιτρύων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυκήνας. ὁ δὲ Ἠλεκτρύων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων ἐπʼ αὐτὴν ἀφῆκεν ὃ μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος παντὸς Ἄργους
170
ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε· τὴν δὲ Μίδειαν, μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις.

Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης γαμηθήσεσθαι αὐτῷ τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον, ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ παρεκάλει συλλαβέσθαι Κρέοντα. ὁ δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν Καδμείαν τῆς ἀλώπεκος ἀπαλλάξῃ· ἔφθειρε γὰρ τὴν Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν.