Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλοτησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις βουλόμενοι.
οἳ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου, καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστος εἰκῇ. καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτειναν.
μέτεισι τοὺς Ἀθηναίους ὑπὲρ τῶν ἀθέσμων φόνων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο.
νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ, καὶ ἐρωτῶσι τὴν Πυθίαν.
δέονται δὴ παρὰ θεοῦ ἄκος. καὶ αὐτοῖς ἐκπίπτει χρησμὸς λέγων δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν Χοὰς ἄγειν. καὶ ἐκ τούτου εὐθηνεῖτο τὰ τῆς Ἀττικῆς.
οὗτος τῆς ἐς Ἀθηναίους ὀργῆς καὶ τῆς ὕστερον ὠμότητος προΐσχετο αἰτίαν τὸν Ἱππάρχου φασὶ θάνατον. καὶ πικρὸς ἐκ τούτων δεσπότης κάτω τοῦ
χρόνου γενόμενος, ὅμως οὐκ ἀπώνητο. ἤλασαν γοῦν οἱ Κεκροπίδαι αὐτόν. ὃ δὲ ἐκπεσὼν τῆς πατρίδος ἐπήγετο τοὺς Πέρσας συμμάχους, ὁρῶν ὃν εἶχεν ἔρωτα Δαρεῖος τῆς Ἀττικῆς, διὰ τὴν ἄτοπον ἐκείνην σπουδήν, ἵνα τὰ σῦκα τὰ Ἀττικὰ μὴ ἐν ἐλευθέρᾳ γῇ ἔτι ἀλλὰ δούλῃ γένηται τῇ ἐκείνου. ἰὼν μὲν οὖν ὅδε ὁ Ἱππίας ἐπὶ τὴν ἑαυτοῦ πατρίδα σὺν τοῖς Πέρσαις καὶ ἐξελίττων τοὺς βαρβάρους μέγα ἔπταρε, καὶ ἅτε γέρων ἤδη εἶχε τοὺς ὀδόντας κραδαινομένους. ἐκ τοίνυν τῆς βίας εἷς ὀδοὺς ἐξεκρούσθη, καὶ κατώλισθεν ἐς τὴν ψάμμον, καὶ εὑρεθῆναι ἀδύνατος ἦν. ἐπεὶ δὲ ἡττήθησαν οἱ βάρβαροι, φεύγων αὖθις ἐς Λῆμνον ἀφικνεῖται, καὶ κάμνει νόσῳ, καὶ τὴν ὄψιν τυφλοῦται, αἵματος ἐπιρρεύσαντός οἱ διὰ τῶν ὀφθαλμῶν, καὶ ἀλγεινῶς ἀπέθανε, δίκας ταύτας δοὺς τῇ πατρίδι, ἐπεὶ τοὺς βαρβάρους ἦγεν ἐπὶ καταδουλώσει αὐτῆς, μηνῖσαί τε τοὺς πατρίους θεούς.