Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
οὗτοι πλουσιώτατοι ἐγένοντο οὐ μόνον τῶν νησιωτῶν ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως, καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ
τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυρείων μετάλλων· ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλαττα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε ἐς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν.Ἀρχίας Συρακόσιος καὶ Μύσκελλος Ἀχαιὸς ἧκον ἐς Δελφοὺς ἐν τῷ αὐτῷ τοῦ χρόνου, καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινησθέντα αὐτοῖς τε καὶ ταῖς πόλεσιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία
χώρας καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες ἤλθετ’ ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε ἀλλ’ ἄγε δὴ φράζεσθ’ ἀγαθῶν πότερόν κεν ἕλοισθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν.ἐπεὶ τοίνυν ταῦτα ἠκουσάτην, Ἀρχίας ὢν φιλοχρήματος πλούτου περιβολὴν αἱρεῖται· οὐδὲ ἐψεύσθη τῆς ἐλπίδος. παμπλούσιος γοῦν Συρακοσίων ἡ πόλις κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύσκελλος δὲ αἱρεῖται αὐτός τε ὑγιαίνειν καὶ ἡ πόλις. καὶ ἀπώνητο ὧν ᾔτησε. δεῖγμα γοῦν τῆς ἐν Κρότωνι ὑγιείας ῥωμαλέοι τέ εἰσιν οἱ οἰκήτορες καὶ ἀθλητῶν ἡ πόλις πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτος ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐστόν· αἵρεσις δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουσα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι ὃ μὲν συνετώτερος ὤν, ὃ δὲ οὐ πάντη ἐλευθέριος. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον, ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει.