Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν,
Αἰακιδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ,Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένος ἐστί. καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχεροντίδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον, καὶ ἐς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φιλίππου κηδεστής, Ὀλυμπιάδος ἀδελφός.
γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος.