Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν·
εὐφημία γὰρ εὐκολώτατος πόνων.ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος, καὶ Εὐριπίδου
εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον.
πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, ἐς δέον σε εὗρον φησί· βούλομαι γὰρ καλέσαι σ’ ἐς πανθοινίαν.