Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

Σόλων ὁ Ἀθηναῖος Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν. ἑρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπουδάσειεν, ὃ δὲ ἔφη ἵνα μαθὼν αὐτὸ ἀποθάνω.

λόγος ἔχει Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα σπουδάσαι τὰ οὐράνια. ταῦτά τοι καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει, αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον.