Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὅτι Διογένης εἶχεν ἐρῶντα παῖδα καὶ πικρὸς ὢν πατὴρ οὐ συνεγίνωσκε νέου ῥᾳθυμίᾳ, ἀλλὰ ἀνείργων αὐτὸν καὶ ἀναστέλλων τοῦ πόθου μᾶλλόν οἱ τὸ πάθος παρώξυνε. καὶ ἦν τοῦ κακοῦ δεινὴ ἐπίτασις·

ἐξερριπίζετο γὰρ ὁ ἔρως, ἐμποδὼν ἱσταμένου τοῦ Διογένους, καὶ ἐς τὴν παροῦσαν νόσον μᾶλλον ἐξήπτετο ὁ νέος. ἧκεν οὖν ἐς Δελφούς, ὡς ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυσανασχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ εἰ οἱ πεπαύσεται νοσῶν ποτε ὁ παῖς. ἣ δὲ ὡς εἶδεν οὐ πάνυ τι φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖς συγγνώμονα ἀνάγκαις λέγει ταῦτα
λήξει παῖς σὸς ἔρωτος, ὅταν κούφῃ νεότητι Κύπριδος ἱμερόεντι καταφλεχθῇ φρένας οἴστρῳ. ὀργὴν οὖν πρήυνον ἀμειδέα, μηδ’ ἐπιτείνειν κωλύων· πράσσεις γὰρ ἐναντία σοῖσι λογισμοῖς. ἢν δ’ ἐφ’ ἡσυχίην ἔλθῃς, λήθην τάχος ἕξει φίλτρων καὶ νήψας αἰσχρᾶς καταπαύσεται ὁρμῆς.
ἀκούσας τοίνυν ὁ Διογένης ταῦτα τὸν μὲν θυμὸν κατεστόρεσεν, ἐλπίδος δὲ ὑπεπλήσθη χρηστῆς, ἔχων τῆς τοῦ παιδὸς σωφροσύνης ἐγγυητὰς ἀξιόχρεως· καὶ ἐν ταὐτῷ βελτίων ἐγένετο ὁ πατήρ, ἡμερωθείς τε καὶ πραϋνθεὶς τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸς Αἵμων ὁ τοῦ Σοφοκλέους ἀπεδείξατο τῆς Ἀντιγόνης ἐρῶν καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνος ὁμοίως ἐλαυνόμενος ξίφει πρὸς τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόσον ἐλύσατο.

ἀνὴρ ἦν ἐν τῇ Γαλεώτιδι, δεινὸς λύσεις τε νόσων εἰπεῖν καὶ ὥραν ἀκαιρίας ἀκέσασθαι ἀγονίαις καὶ ἀκαρπίαις διά τινων ἱερουργιῶν, ἐπινοῆσαί τε καὶ δοῦναι μεταβολὰς καί τινας ἐς εὐπορίαν ἀγαθὰς ὁδούς.

τοῦτον ἐς Κρήτην ὁ Μίνως καλεῖ φασιν ἐπὶ δώροις, ἵνα τοῦ Γλαύκου τὴν ὑμνουμένην ἀπώλειαν ἀνιχνεύσῃ.