Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐπ’ ἴσης οὖν κινουσῶν ἀμφοτέρων ὁμολογητέον ἀπαράλλακτον εἶναι τὴν ἑτέραν τῇ ἑτέρᾳ· καὶ εἰ ἡ ἀπὸ τῶν τόξων λέγεται καταληπτική, ὅτι <ἡ> ἀκόλουθος αὐτῇ πρᾶξις ἐπεζεύχθη τοῖς αὐτοῦ ὧς τόξοις χρησαμένου, λεγέσθω καὶ ἡ ἀπὸ τῶν παίδων μὴ διαφέρειν ταύτης, παρόσον καὶ ταύτῃ τὸ ἀκόλουθον ἐπεζεύχθη ἔργον, τουτέστι τὸ τοὺς τοῦ ἐχθροῦ παῖδας δεῖν ἀναιρεῖν.

ἀλλὰ γὰρ αὕτη μὲν ἡ ἀπαραλλαξία τῶν τε καταληπτικῶν καὶ τῶν ἀκαταλήπτων φαντασιῶν κατὰ τὸ ἐναργὲς καὶ ἔντονον ἰδίωμα παρίσταται. οὐδὲν δὲ ἧττον δείκνυται τοῖς ἀπὸ τῆς Ἀκαδημίας καὶ ἡ κατὰ χαρακτῆρα καὶ [ἡ] κατὰ τύπον. καλοῦσι δὲ ἐπὶ τὰ φαινόμενα τοὺς Στωικούς.

ἐπὶ γὰρ τῶν ὁμοίων μὲν κατὰ μορφήν, διαφερόντων δὲ κατὰ τὸ ὑποκείμενον, ἀμήχανόν ἐστι διορίζειν τὴν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς ψευδοῦς καὶ ἀκαταλήπτου· οἶον δυεῖν ᾠῶν ἄκρως ἀλλήλοις ὁμοίων ἐναλλὰξ τῷ Στωικῷ δίδωμι πρὸς διάκρισιν, εἰ ἐπιβαλὼν ὁ σοφὸς ἰσχύσει λέγειν ἀδιαπτώτως, πότερον ἔν ἐστι τὸ δεικνύμενον ᾠὸν ἢ ἄλλο καὶ ἄλλο.

ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ διδύμων· λήψεται γὰρ ψευδῆ φαντασίαν ὁ σπουδαῖος καὶ ὡς ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρσυγκατάθεσιν [*](13 συγκατάθεσιν N: κατάθεσιν LEς 17 τόξων <ὡς Heintz coll. v. 25 20 φαντασία <ἐστίν> N 21/22 κινουσῶν N: κλινουσῶν LEς 22 ὁμολογήτως L: ὁμολογητῶς E 24 ἡ Heintz coll. p. 278, 28. 279, 10. 14. 26 32 ἡ del Bekk. 1 ἐπὶ Bekk.: ἐπεὶ G 9 καὶ ὡς G: καίπερ Bekk. dubit.: καὶ Kayser dubit.)

χον ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἔχων τὴν φαντασίαν, ἐὰν ἀπὸ Κάστορος ὧς ἀπὸ Πολυδεύκους φαντασιωθῇ. ἐντεῦθεν γοῦν καὶ ὁ ἐγκεκαλυμμένος συνέστη λόγος· ἐὰν γὰρ προκύψαντος δράκοντος θέλωμεν τῷ ὑποκειμένῳ ἐπιστῆναι, εἰς πολλὴν ἀπορίαν ἐμπεσούμεθα, καὶ οὐχ ἕξομεν λέγειν, πότερον ὁ αὐτός ἐστι δράκων τῷ πρότερον προκύψαντι ἢ ἕτερος, πολλῶν ἐνεσπειραμένων τῷ αὐτῷ φωλεῷ δρακόντων.

οὐ τοίνυν ἔχει τι ἰδίωμα ἡ καταληπτικὴ φαντασία ᾧ διαφέρει τῶν ψευδῶν τε καὶ ἀκαταλήπτων φαντασιῶν.

Πρὸς τούτοις, εἰ τι ἄλλο καταληπτικόν τινός ἐστι, καὶ ἡ ὅρασις. οὐχὶ δέ γ’ αὕτη καταληπτική τινός ἐστιν, ὧς παραστήσομεν·

οὐκ ἄρα ἔστι τι καταληπτικόν τινος. ἡ γὰρ ὅρασις λαμβάνειν μὲν δοκεῖ χρώματα καὶ μεγέθη καὶ σχήματα καὶ κινήσεις, τούτων δὲ οὐδὲν λαμβάνει, καθάπερ εὐθὺς ἀπὸ τῶν χρωμάτων ἀρξαμένοις ἡμῖν φανεῖται. εἴπερ οὖν ἡ ὅρασις καταλαμβάνεταί τι χρῶμα, φασὶν οἱ ἐξ Ἀκαδημίας, καὶ τὸ τοῦ ἀνθρώπου καταλήψεται· οὐ καταλαμβάνεται δὲ τοῦτο· οὐδ’ ἄλλο τοίνυν καταλήψεται χρῶμα.

καὶ ὅτι οὐ καταλαμβάνεται, πρόδηλον· μεταβάλλει γὰρ κατὰ ὥρας ἐνεργείας φύσεις ἡλικίας περιστάσεις νόσους ὑγείαν ὕπνον ἐγρήγορσιν, ὥστε τὸ μὲν οὕτως αὐτὸ ποικίλλεσθαι γινώσκειν ἡμᾶς, τὸ δὲ τί ἐστι τὸ κατ’ ἀλήθειαν ἀγνοεῖν. ταύτῃ τε εἰ τοῦτο μὴ ἔστι καταληπτόν, οὐδ’ ἄλλο τι γενήσεται γνώριμον.

καὶ μὴν καὶ ἐπὶ σχήματος τὸ αὐτὸ γένος τῆς ἀπορίας εὑρήσομεν· τὸ γὰρ αὐτὸ λεῖον καὶ τραχὺ ὑποπίπτει ὧς ἐπὶ τῶν γραφῶν, στρογγύλον τε καὶ τετράγωνον ὧς ἐπὶ πύργων, εὐθύ τε καὶ κεκλασμένον ὧς ἐπὶ τῆς ἐξάλου τε καὶ ἐνάλου κώπης, καὶ ἐπὶ κινήσεως κινούμενον καὶ ἠρεμοῦν, ὧς ἐπὶ τῶν ἐν νηὶ καθεζομένων ἢ ἐπὶ τῶν ἐν αἰγιαλοῖς ἑστώτων.

Ἄλλως τε, εἴπερ προσαρμόζεται τῇ καταληπτικῇ φαντασίᾳ ἡ ἀκατάληπτος φαντασία, οὐκ ἂν εἴη κριτήριον ἀληθείας ἡ καταληπτική φαντασία. ὥσπερ γὰρ τὸ προσαρμοττόμενον στρεβλῷ οὐκ ἂν εἴη κριτήριον εὐθέος, οὕτως [*](21 ἡ om. LEς 33 δὲ Gen. et Hervetus (autem) 7 τῶν ἐν scr.: τοῖς G 8 ἄλλως τε, εἴπερ Bekk.: ἀλλ’ ἐπείπερ G)

εἰ προσαρμόττεται ψευδέσι καὶ ἀκαταλήπτοις φαντασίαις ἡ καταληπτικὴ φαντασία, οὐκ ἂν εἴη κριτήριον. προσαρμόττεται δέ γε ἀκαταλήπτοις καὶ ψευδέσι πράγμασιν ἡ καταληπτικὴ φαντασία, καθὼς παραστήσομεν· οὐ τοίνυν κριτήριόν ἐστι τῶν τε ἀληθῶν καὶ τῶν ψευδῶν ἡ καταληπτικὴ φαντασία.

ἐπὶ γὰρ τοῦ σωρίτου τῆς ἐσχάτης καταληπτικῆς φαντασίας τῇ πρώτῃ ἀκαταλήπτῳ παρακειμένης καὶ δυσδιορίστου σχεδὸν ὑπαρχούσης, φασὶν οἱ περὶ τὸν Χρύσιππον (fr. 276 Arn.), ὅτι ἐφ’ ὧν μὲν φαντασιῶν ὀλίγη τις οὕτως ἐστὶ διαφορὰ, στήσεται ὁ σοφὸς καὶ ἡσυχάσει, ἐφ’ ὧν δὲ πλείων προσπίπτει, ἐπὶ τούτων συγκαταθήσεται τῇ ἑτέρᾳ ὧς ἀληθεῖ.

ἐὰν οὖν παραστήσωμεν ἡμεῖς πολλὰ ψευδῆ καὶ ἀκατάληπτα τῇ καταληπτιῇ φαντασίᾳ παρακείμενα, δῆλον ὧς ἐσόμεθα κατεσκευακότες τὸ μὴ δεῖν συγκατατίθεσθαι τῇ καταληπτικῇ φαντασίᾳ, ἴνα μὴ ταύτῃ συναινέσαντες προπέσωμεν διὰ τὴν γειτνίασιν καὶ εἰς τὴν τῶν ἀκαταλήπτων καὶ ψευδῶν συγκατάθεσιν, κἂν ὅτι μάλιστα πολλὴ περὶ τὰς φαντασίας προσπίπτειν δοκῇ διαφορά.

τὸ δὲ λεγόμενον σαφὲς ἔσται ἐπὶ παραδείγματος. ὑποκείσθω γὰρ καταληπτικὴ μὲν φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, ἥτις καὶ κατὰ πολύ φαίνεται κεχωρισμένη τῆς “τὰ μύρια ὀλίγα ἐστίν” ἑτέρας. οὐκοῦν ἐπεὶ πλεῖστον ἀπέχει τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς ἡ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος, οὐκ ἐφέξει ὁ σπουδαῖος μεγάλης προσπιπτούσης διαφορᾶς, ἀλλὰ συγκαταθήσεται μὲν τῇ “τὰ πεντήκοντα ὀλίγα ἐστί᾿ καταληπτικῇ φαντασίᾳ, οὐ συγκαταθήσεται δὲ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.

ἀλλ’ εἰ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” οὐ συγκαταθήσεται ὁ σοφός, παρόσον πολλῷ κεχώρισται τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, φανερὸν δήπουθεν ὅτι συγκαταθήσεται τῇ “τὰ πεντήκοντα <ἓν> [*](14 γε NE: τε L: om. ς 17 ἐπὶ Gen.: ἐπεὶ G σωρίτου Bekk.: σωρείτου G (σωρείου A) 22 πλείων Bekk.: πλείω G 27 προπέσωμεν Bekk.: προσπέσωμεν G 29 κἂν Bekk.: καὶ G 1 δοκῆ Bekk.: δοκεῖ G 2 <ἐσχάτη> καταληπτικὴ Heintz dubit. coll. p. 281, 17. 282, 16 4 ἑτέρας <οὔσης>? 5 ἐπεὶ πλεῖστον N: ἐπιπλεῖστον LEg 13 ἓν add. Kochalsky, olim καὶ ἐν Fabr, (cf. vv. 16. 19. 25))

ὀλίγα ἐστίν”· οὐδὲν γάρ ἐστι μεταξὺ ταύτης καὶ τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”. ἦν δέ γε ἡ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστί”, καταληπτικῆς ἐσχάτως ὑποκειμένης <τῆς> “τὰ πεντήκοντα ὀλίγα ἐστί”, πρώτη ἀκατάληπτος. συγκαταθήσεται ἄρα ὁ σπουδαῖος ἀκαταλήπτῳ φαντασίᾳ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”· καὶ εἰ ταύτῃ συγκαταθήσεται, μηδεμίαν ἐχούσῃ διαφορὰν πρὸς τὴν “τὰ πεντήκοντα ὀλίγα ἐστί”, συγκαταθήσεται καὶ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.

πᾶσα γὰρ ἀκατάληπτος φαντασία ἀκαταλήπτῳ φαντασίᾳ ἐστὶν ἴση. ἐπεὶ οὖν ἡ μὲν “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος ἴση ἐστὶ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”, οὐδενὶ δὲ διέφερε καὶ ἐκεχώριστο τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς, ἴση γενήσεται τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτική.

καὶ οὕτω συνεξέρχεται τῇ ψευδεῖ καὶ ἀκαταλήπτῳ φαντασίᾳ διὰ τὴν ἀπαραλλαξίαν ἡ καταληπτική.

Οὐδὲ γάρ ἔνεστι λέγειν μὴ πᾶσαν ἀκατάληπτον φαντασίαν ἴσην πάσῃ ἀκαταλήπτῳ τυγχάνειν φαντασίᾳ, ἀλλὰ τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον,

ἐπεὶ πρῶτον μὲν μαχέσονται ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων οἱ Στωικοί. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπός ἐστιν, οὐ διαφέρει, οὐδὲ λίθος λίθου, οὕτως οὔτε ἀκατάληπτος φαντασία ἀκαταλήπτου φαντασίας διενήνοχεν, ᾗ ἀκατάληπτός ἐστιν, οὔτε ψευδὴς ψευδοῦς, ᾑ ψευδής ἐστιν. κἀντεῦθεν ὁρμώμενοι οἱ περὶ τὸν Ζήνωνα (fr. 224 Arn.) ἐδίδασκον ὅτι ἴσα ἐστὶ τὰ ἁμαρτήματα.

εἶτα ἴστω τὴν μὲν μᾶλλον εἶναι ἀκατάληπτον τὴν δὲ ἧσσον. τί τοῦτο αὐτοῖς βοηθεῖν δύναται; ἀκολουθήσει γὰρ τῇ μὲν μᾶλλον [*](ad V. 14 adnotatio exstat in N, quae hodie iam non legitur 15 ἡ LEς: τῆς N (quod tuetur Kochalsky) 16. 19. 25 ἐν N: om. LEς (καὶ ἓν olim restituerat Fabr.) 16 ἐσχάτης? τῆς add. Bekk.: ἡ add. Kochalsky 23 <πάσῃ> ἀκαταλήπτῳ Heintz coll. p. 283,4 25 διέφερε καὶ G: διέφερεν αὕτη ἢ Fabr. in versione 26 ἐκεχώριστο ἡ “τὰ πεντήκοντα καὶ ἐν ὀλίγα ἐστίν”) τῆς Bekk. καταληπτικῆς <ἣ “τὰ πεντήκοντα ἐν ὀλίγα ἐστίν” ἀκατάληπτος>, Kochalsky 10 οὔτε Bekk. dubit. (qui 9/10 aut οὐδὲ — οὐδὲ aut οὔτε — οὔτε legi iussit): οὐδὲ G)

ἀκαταλήπτῳ μὴ συγκατατίθεσθαι τὸν σοφόν, τῇ δὲ ἧσσον συγκατατίθεσθαι, ὅπερ ἐστὶν ἄτοπον· ἀπλανὲς γὰρ εἶχε κριτήριον κατ’ αὐτοὺς ὁ σοφός, καὶ κατὰ πάντα ἐθεοποιεῖτο διὰ τὸ μὴ δοξάζειν, τουτέστι ψεύδει συγκατατίθεσθαι, ἐν ᾧ ἔκειτο ἡ ἄκρα κακοδαιμονία καὶ ἡ τῶν φαύλων διάπτωσις.

Ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ’ αὐτούς, οἶον ὁρατική, δεῖ πέντε συνδραμεῖν, τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ φῶς καὶ τὴν διάνοιαν, ὧς ἐὰν τῶν ἄλλων παρόντων ‘ὲν μόνον ἀπῇ, καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα, οὐ σωθήσεται, φασίν, ἡ ἀντίληψις. ἔνθεν καὶ τὴν καταληπτικὴν φαντασίαν ἔλεγόν τινες μὴ κοινῶς εἶναι κριτήριον, ἀλλ’ ὅταν μηδὲν ἔχῃ κατὰ τὸν τόπον ἔνστημα.

τοῦτο μέντοι τῶν ἀδυνάτων ἐστίν· καὶ γὰρ παρὰ τἀς διαφορὰς τῶν τόπων καὶ παρὰ τὰς τοῦ ἐκτὸς περιστάσεις καὶ παρ’ ἄλλους πλείονας τρόπους οὔτε τὰ αὐτὰ οὔτε ὡσαύτως ἰνδάλλεται ἡμῖν τὰ πράγματα, καθάπερ ἀνώτερον ἐπελογισάμεθα (§ 249), ὥστε ὅτι μὲν φαίνεται πρὸς τῇδε τῇ αἰσθήσει καὶ τῇδε τῇ περιστάσει δύνασθαι λέγειν, τὸ δ’ εἰ ταῖς ἀληθείαις τοιοῦτόν ἐστιν οἶον καὶ φαίνεται, ἢ ἀλλοῖον μέν ἐστιν, ἀλλοῖον δὲ φαίνεται, μὴ ἔχειν ἡμᾶς διαυθεντεῖν, διὰ δὲ τοῦτο μηδεμίαν εἶναι φαντασίαν χωρὶς ἐνστήματος.

Πῶς δ’ οὐχὶ καὶ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτουσι τρόπον; ζητούντων γάρ ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία, ὁριζόμενοί φασιν (Stoic. fr. 159 Arn.) “ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος”. εἶτα πάλιν, ἐπεὶ πᾶν τὸ ὁρικῶς ἐκ γινωσκομένων διδάσκεται, προσανακρινόντων ἡμῶν τί ποτ’ ἐστι καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι “ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν”. ὥστε ἴνα μὲν μάθωμεν [*](23 φῶς Heintz: πῶς G 25 συνθήσεται N 27 εἷναι om. ς 27/28 τόπον scr.: τρόπον G 29 τόπων N: πόρων LEς τοῦ del. Heintz coll. p. 243, 17 30 et 31 οὔτε Bekk.: οὐδὲ G 1 ὅτι N: εἰ LEς φαίνεταί <τι> Kochalsky 10 καὶ κατ’ αὐτὸ coll. p. 244, 29. 278, 19/20: καὶ αὐτὸ N: κατ’ αὐτὸ LEς)

τὴν καταληπτικὴν φαντασίαν, προειληφέναι ὀφείλομεν τὸ ὑπάρχον, ἴνα δὲ τοῦτο, ἐπὶ τὴν καταληπτικὴν βαδίζειν φαντασίαν· καὶ οὕτω μηδέτερον γίνεσθαι σαφές, περιμένον τὴν ἐκ τοῦ ἑτέρου πίστιν.