Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
οὐδὲ γὰρ ἔνεστι λέγειν, ὡς ἐκεῖνα μέν ἐστιν ὅσον ἐπὶ τούτῳ ἄδηλα, καταλαμβάνεται δὲ ὑφ᾿ ἡμῶν διὰ τὸ βέβαιον εἶναι τὴν ἐκ τῶν παθῶν σημείωσιν. οὐ γὰρ εἰ γλυκαντικῶς διατίθεμαί μέλιτος τῇ γεύσει προσαχθέντος, γλυκὺ πάντως ἐστὶ τὸ μέλι, οὐδὲ εἰ πικραντικῶς ἀψινθίου, πικρόν ἐστι τὸ ἀψίνθιον, ὡς ἂν ἐξ ἀνάγκης τῶν περὶ ἡμᾶς συμβαινόντων παθῶν καὶ τοῖς ποιοῦσιν αὐτὰ αἰτίοις ὀφειλόντων συμβεβηκέναι.
καθὰ γὰρ ἡ προσπεσοῦσα τῇ σαρκὶ μάστιξ ἀλγύνει μὲν τὴν σάρκα, οὐχὶ δὲ καὶ ἀλγηδών ἐστιν, καὶ ὡς τὸ σιτίον ἢ τὸ ποτὸν ἥδει μὲν τὸν φαγόντα ἢ πιόντα, οὐκ ἔστι δὲ ἡδονή, οὕτω καὶ τὸ πῦρ θερμαίνειν μὲν δύναται, οὐχὶ δέ γε καὶ ἐξ ἀνάγκης θερμὸν εἶναι, καὶ τὸ μέλι γλυκάζειν μέν, οὐχὶ δὲ καὶ γλυκὺ τυγχάνειν· καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἀλλ’ εἴπερ, ἴνα γνῶμεν τἀληθές, δεῖ τι εἶναι ἐναργές, δέδεικται δὲ πάντα ἄδηλα, ὁμολογητέον ἄγνωστον εἶναι τἀληθές.
Πῶς δὲ οὐχὶ καὶ ἡ περὶ τῶν ἀνωτάτω πραγμάτων διάστασις παρὰ τοῖς φιλοσόφοις ἀφαιρεῖται τὴν τῆς ἀληθείας γνῶσιν; εἰ γὰρ τῶν φυσικῶν οἱ μὲν πάντα ἀνῃρήκασι κάσι τὰ φαινόμενα, ὡς οἱ περὶ Δημόκριτον, οἱ δὲ πάντα ἔθεσαν, ὧς οἱ περὶ τὸν Ἐπίκουρον καὶ Πρωταγόραν, οἱ δὲ τινὰ μὲν ἀνεῖλον τινὰ δὲ ἔθεσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου, πάντῃ τε καὶ πάντως, ἐάν τε τὴν διάνοιαν ἐάν τε τὴν αἴσθησιν ἐάν τε τὸ συναμφότερον ὑπόθηταί θῆταί τις κριτήριον, δεῖ πρῶτον εἰς τὴν τούτων κρίσιν [*](17 πάντα ς 25 διατίθεμαι Gen.: διατίθεται G: διατίθεταί <τις> Kochalsky <τοῦ> μέλιτος L 3 δέ 5 εἴπερ Bekk.: ὥσπερ G 16 τούτων E ς: τούτω NL)
ἤτοι φαινόμενόν τι παραληφθῆναι ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐχ οἷόν τε· ἐκ γὰρ τῆς ἀμφισβητουμένης Ὕλης ὑπάρχον ἀμφισβητήσιμον ἔσται καὶ διὰ τοῦτο οὐ κριτήριον. εἰ δὲ ἄδηλον, ἀνέστραπται τὰ πράγματα, μάτα, εἰ ἐκ τοῦ μὴ γιγνωσκομένου βεβαιοῦται τὸ δοκοῦν γιγνώσκεσθαι· ὅπερ ἄτοπον.Πλὴν συγκεχωρήσθω γε ἡ τἀνθρώπου καὶ τῶν αἰσθήσεων καὶ τῆς διανοίας ὑπόστασις εἰς τὸ προβαίνειν τὴν τῶν δογματικῶν ἀξίωσιν. ἀλλ’ ἴνα καὶ διὰ τούτων τι γνωσθῇ, δεῖ τὸ τρίτον ὁμολογῆσαι κριτήριον, τουτέστι φαντασίαν· οὔτε γὰρ ἡ αἴσθησις οὔτε ὁ νοῦς δίχα τοῦ φανταστικῶς ἑτεροιοῦσθαι δύναταί τισιν ἐπιβάλλειν.
καὶ τοῦτο δὲ τὸ κριτήριον πολλῆς ἀπορίας ἐστὶ πλῆρες, ὧς πάρεστι σκοπεῖν τάξει τὴν ἀρχὴν τῶν λόγων ἄνωθεν ποιησαμένοις. ἐπεὶ γὰρ τῶν τῇ φαντασίᾳ τὰ πράγματα κανονιζόντων οἱ μὲν τῇ καταληπτικῇ προσέσχον οἱ δὲ τῇ πιθανῇ, τὸ κοινὸν ἀμφοτέρων γένος ἡμεῖς ἐκλαβόντες, τουτέστιν αὐτὴν τὴν φαντασίαν, ἀναιρῶμεν·
ταύτης γὰρ ἀναιρεθείσης συναναιροῦνται καὶ αἱ ἐπ’ εἴδους διαφοραὶ τῶν φαντασιῶν, καὶ ὧς μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν, οὕτω μὴ οὔσης φαντασίας οὐδὲ καταληπτικὴ ἢ πιθανή τις ὑφέστηκε φαντασία. εἰ γὰρ τύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατ’ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὧς οἱ περὶ τὸν Κλεάνθην (fr. 484 Arn.) νομίζουσιν, ἢ κατὰ ψιλὴν ἑτεροίωσιν γίνεται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον (fr. 56 Arn.) ἐδόξασαν.
καὶ εἰ μὲν κατ’ ἐξοχὴν καὶ εἰσοχὴν ὑφίσταται, ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα, ἀεὶ τὸ ἔσχατον κίνημα ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ, ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος ἐξαλειπτικός [*](370—379 ~ Hyp. II 70.) [*](372 ~ adv. dogm. II 400.) [*](25 ἀλλὰ καὶ ἵνα N 27 δίχα Fabr. sec. Hervetum: διὰ G ὥσπερ ἔστι AB 3 συναναιροῦνται Ν: αἴρονται ς αἱ om. N 5/6 post φαντασία excidisse ἀνυπόστατος δέ γέ ἐστιν ἡ φαντασία vel similia susp. Heintz 11 ταὐτά Kayser dubit.)
ἐστι τοῦ προτέρου. ἀλλ’ εἰ τοῦτο, ἀναιρεῖται μὲν μνήμη, θησαυρισμὸς οὖσα φαντασιῶν (Stoic. fr. I 64 Arn.), ἀναιρεῖται δὲ πᾶσα τέχνη· σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων, πλείονας δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν, ἄλλοτε ἄλλων νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία.ἄλλως τε, εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα, θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ πνεύματος τῶν φαινομένων σώματα μηδ’ ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν, εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ <περὶ> αὐτῷ φαντασίας τύπον φυλάττειν. καὶ μὴν τὸ ὕδωρ παχυμερέστερόν ἐστι πνεύματος· ἀλλ’ οὐδέποτε δακτύλου ἐπερεισθέντος αὐτῷ πέφηνε τὸν ἀπὸ τῆς ἐπερείσεως τύπον φυλάττον.
καίτοι τί λέγω τὸ ὕδωρ, ὅτε καὶ ὁ μαλακώταος κηρός, στερρὸς ἤδη κατὰ σύγκρισιν ὑπάρχων, τυποῦται μὲν ὑπό τινος ἅμα νοήματι διὰ τὴν ὑγρότητα, οὐ συνέχει δὲ τὸν τύπον; εἰ οὖν τὸ αὐτὸ κατὰ σύμβλησιν πεπηγὸς παρὰ τὸ ὕδωρ σῶμα καθεστὼς σφόδρα ἀδυνάτως ἔχει τύπους τινὰς περὶ αὑτῷ φυλάττειν, φανερὸν δήπουθεν, ὅτι οὐδὲ τὸ πνεῦμα φύσιν ἔχει πρὸς τοῦτο ἐπιτήδειον, λεπτομερέστερον καὶ εὔρουν παρὰ τὰ τοιαῦτα τῶν σωμάτων ὑπάρχον.
Ναί, ἀλλ’ οὐ κυρίως τύπωσίς ἐστιν ἡ φαντασία, ψιλὴ δὲ ἑτεροίωσις τῆς διανοίας. ὃ πάλιν τοῦ προτέρου χεῖρον ἦν. τῶν γὰρ ἑτεροιώσεων ἡ μέν τίς ἐστι κατὰ πάθος, ἡ δὲ ὧς ἀλλαγὴ τοῦ ὑποκειμένου, καὶ κατὰ πάθος μὲν οἶον εἰ ὁ αὐτὸς κατ’ οὐσίαν καὶ μορφὴν ὑποκείμενος ἀνδριὰς παρὰ μέρος ὁτὲ μὲν θερμαίνοιτο τοῦ ἡλίου προσλάμψαντος, ὁτὲ δὲ ψύχοιτο νυκτὸς δρόσου καταπιπτούσης, ὧς ἀλλαγὴ δὲ τοῦ ὑποκειμένου, καθάπερ εἰ χωνευθεὶς οὗτος ὁ ἀνδριὰς σφαῖρα χάλκειος γένοιτο.
εἰ οὖν ἑτεροίωσις τῆς [*](19 ἄλλων Bekk : ἄλλως G 21 ἄλλως τε, εἰ Bekk.: ἀλλ’ ὥσπερ εἰ Eς: ἀλλ’ ὥσπερ ἡ L: ἀλλ’ ὥσπερ N 25 <περὶ> αὑτῷ scripsi coll. p. 271, 23/24. 272,1. 274, 2 e. a.: αὐτὸ G: ἀπὸ Bekk. 31 αὐτὸ τὸ Bekk. dubit: οὕτος αὐτὸς Heintz: an τοῦτο τὸ σῶμα del. σῶμα v. 32? 1 αὐτῷ Bekk. coll. p. 271, 23/24: αὐτὸ G 12 ἀλλαγὴ N: ἀπαλλαγὴ LEς)
ψυχῆς ἐστιν ἡ φαντασία, ἤτοι κατὰ πάθος ψιλῶς ἐστιν ἑτεροίωσις ἢ κατὰ ἀλλαγὴν τοῦ ὑποκειμένου. καὶ εἰ μὲν κατὰ πάθος, ἐπεὶ κατὰ τὰς διαφόρους φαντασίας πάθος διάφορόν ἐστι, τὸ νέον πάθος ἀλλάσσει τὸ ἀρχαιότερον, καὶ οὕτως οὐκ ἔσται κατοχή τινος πράγματος περὶ τὴν διάνοιαν, ὅπερ ἄτοπον· εἰ δὲ ὧς ἀλλαγὴ τοῦ ὑποκειμένου, ἅμα τῷ φαντασίαν τινὸς λαβεῖν ἡ ψυχὴ ὑποκειμένου, ἐκβήσεται τοῦ ψυχὴ τυγχάνειν καὶ φθαρήσεται, καθάπερ καὶ ὁ εἰς σφαῖραν χωνευθεὶς ἀνδριὰς ἐξέβαινε τότε τοῦ ἀνδριὰς ὑπάρχειν. οὐκ ἄρα οὐδὲ ἑτεροίωσις ψυχῆς ἐστιν ἡ φαντασία,σὺν τῷ καὶ τὴν περὶ μεταβολῆς ἀπορίαν αὐτοὺς θλίβειν. εἰ γὰρ μεταβάλλει τι καὶ ἑτεροιοῦται, ἤτοι τὸ μένον μεταβάλλει τε καὶ ἑτεροιοῦται ἢ τὸ μὴ μένον. οὔτε δὲ τὸ μένον ἑτεροιοῦται καὶ μεταβάλλει, μένει γὰρ ἐν τῷ εἶναι οἷον ἦν, οὔτε τὸ μὴ μένον· ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ’ οὐ μεταβάλλει. οἷον εἰ μεταβάλλει τὸ λευκόν, ἤτοι μένον λευκὸν μεταβάλλει ἢ μὴ μένον.
οὔτε δὲ μένον λευκὸν μεταβάλλει, μένει γὰρ λευκόν, καὶ ἐφ’ ὅσον ἐστὶ λευκόν, οὐ μεταβάλλει· οὔτε μὴ μένον, ἔφθαρται γὰρ καὶ μεταβέβληται, ἀλλ’ οὐ μεταβάλλει. οὐκ ἄρα μεταβάλλει τὸ λευκόν. διὸ καὶ ἡ φαντασία εἰ μεταβολή τίς ἐστι καὶ ἑτεροίωσις τῆς ψυχῆς, ἀνυπόστατός ἐστιν.
Διδομένης τε τῆς ἑτεροιώσεως οὐκ εὐθὺς καὶ ἡ τῆς φαντασίας ὑπόστασις συγχωρηθήσεται. ἐλέγετο γὰρ τύπωσις εἶναι ἡγεμονικοῦ, τοῦτο δὲ εἰ ἔστι τὸ ἡγεμονικόν, καὶ ἐν τίνι τόπῳ ἔστιν, οὐχ ὡμολόγηται, ἄλλων μὲν οὐδ’ ὅλως ὑπάρχειν τι λεγόντων ἡγεμονικόν, ὧς τῶν περὶ τὸν Ἀσκληπιάδην, τινῶν δὲ εἶναι μὲν νομιζόντων, οὐ συμφωνούντων δὲ περὶ τοῦ περιέχοντος αὐτὸ τόπου. διόπερ ἐφ’ ὅσον ἀνεπίκριτός ἐστιν ἡ τοιαύτη διαφωνία, μένειν ἐν ἐποχῇ δεῖ ὧς ἀσυγχώρητον τὸ τὴν φαντασίαν ἡγεμονικοῦ τύπωσιν εἶναι.
[*](17 ἀλλάξει Bekk. dubit. 19 ὡς om. LE ς 27 δὲ om. LERV ἑτεροιοῦται om. N 6 ὑπόθεσις N 8 καὶ <εἰ> ἐν N 7 τὸ ἡγεμονικόν, quod falso e v. 22 huc irrepsisse putat, del. Heintz 9 ὥσπερ N)Δεδόσθω δὲ καὶ τὸ τύπωσιν ὑπάρχειν τοῦ ἡγεμονικοῦ ταύτην· ἀλλ’ ἐπεὶ οὐκ ἄλλως ἀναγγέλλεται ἡ τοιαύτη τύπωσις τῷ ἡγεμονικῷ εἰ μὴ διὰ τῆς αἰσθήσεως, οἷον ὁράσεως ἀκοῆς ἢ ἄλλης τινὸς τοιαύτης δυνάμεως, ζητῶ, πότερον, οἵα ἐστὶν ἡ περὶ τὴν αἴσθησιν ἑτεροίωσις, τοιαύτη γίνεται καὶ ἡ περὶ τῷ ἡγεμονικῷ, ἢ διάφορος. καὶ εἰ μὲν ἡ αὐτή, ἐπεὶ ἑκάστη τῶν αἰσθήσεων ἄλογός ἐστι, καὶ τὸ <ἡγεμονικὸν> ἑτεροιούμενον ἄλογον ἔσται καὶ οὐ διαφέρον τῆς αἰσθήσεως·
εἰ δὲ διάφορος, οὐ τοιοῦτον λήψεται τὸ φανταστὸν ὁποῖον ὑπόκειται, ἀλλ’ ἕτερον μὲν ἔσται τὸ ὑποκείμενον, διαφέρουσα δὲ ἡ περὶ τῷ ἡγεμονικῷ συνισταμένη φαντασία. ὃ πάλιν ἐστὶν ἄτοπον. οὐδὲ ταύτῃ τοίνυν τύπωσιν εἶναι ῥητέον ἡγεμονικοῦ καὶ ἑτεροίωσιν τὴν φαντασίαν.
Πρὸς τούτοις ἡ φαντασία ἀποτέλεσμά ἐστι τοῦ φανταστοῦ, καὶ τὸ φανταστὸν αἴτιόν ἐστι τῆς φαντασίας καὶ τυπωτικὸν καθειστήκει τῆς αἰσθητικῆς δυνάμεως, διενήνοχέ τε τὸ ἀποτέλεσμα τοῦ ποιοῦντος αὐτὸ αἰτίου. ὅθεν ἐπεὶ ταῖς φαντασίαις ἐπιβάλλει ὁ νοῦς, λήψεται τὰ ἀποτελέσματα τῶν φανταστῶν, ἀλλ’ οὐ τὰ ἐκτὸς φανταστά.
καὶ εἰ λέγοι τις ἐκ τῶν περὶ αὐτῷ πείσεων καὶ παθῶν τοῖς ἐκτὸς ἐπιβάλλειν αὐτόν, τὰς ἀνώτερον (§ 357sq.) εἰρημένας μετοίσομεν ἀπορίας. ἤτοι γὰρ τὰ αὐτά ἐστι ταῖς ἡμετέραις φαντασίαις τὰ ἐκτός, ἢ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη, ὅμοια δέ. πῶς γὰρ δύναται τὸ αὐτὸ αἴτιόν τε καὶ ἀποτέλεσμα ἑαυτοῦ νοεῖσθαι;
εἰ δ’ ὅμοια, ἐπεὶ τό τινι ὅμοιον ἕτερόν ἐστιν ἐκείνου τοῦ ᾦ ὅμοιόν ἐστιν, ἡ διάνοια τὰ ὅμοια τοῖς φανταστοῖς ἀλλ’ οὐ τὰ φανταστὰ εἴσεται, σὺν τῷ καὶ τοῦτο ἄπορον εἶναι. πῶς γὰρ εἴσεται ἡ διάνοια, ὅτι ὅμοιά ἐστι ταῖς φαντασίαις τά φανταστά; ἤτοι γὰρ χωρὶς φαντασίας τοῦτο αὐτὸ γνώσεται ἢ φαντασίᾳ τινί. καὶ χωρὶς μὲν φαντασίας ἀμήχανον· οὐδὲν γὰρ ἡ διάνοια μὴ φαντασιουμένη πέφυκε λαμβάνειν.
εἰ δὲ φαντασίᾳ, πάντως [*](22 ἡγεμονικὸν add. Heintz cf. ad p. 273, 7 26 ταύτῃ N: ταύτην LE ς 27 <εἶναι> τὴν N 1 φανταστῶν Bekk.: G 2 λέγει ς αὐτῶ Bekk.: αὐτὰ G 5 ἂν εἴη del. Kochalsky 6 ante πῶς Bekk. addi iubet ἀλλὰ τὰ αὐτὰ μὲν οὔκ ἔσται; Kochalsky καὶ τὰ αὐτὰ μὲν οὐκ ἂν εἴη·)
αὕτη ἡ φαντασία, ἴνα γνωσθῇ εἰ αὐτὴ ὁμοία ἐστὶ τῷ ποιοῦντι αὐτὴν φανταστῷ, ὀφείλει ἑαυτὴν λαβεῖν καὶ τὸ ὑποκείμενον φανταστόν. ἀλλὰ τὸ μὲν ὑποκείμενον φανταστὸν τάχα δυνήσεται λαβεῖν φαντασία οὖσα ἐκείνου· ἑαυτὴν δὲ πῶς λήψεται; ἴνα γὰρ τοῦτο γένηται, δεήσει ταὐτὸ καὶ φαντασίαν καὶ φανταστὸν γίνεσθαι.