Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
ἔνθεν <οὐκ> ἀπιθάνως ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἴνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν.
οἱ δὲ ᾠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά. τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά.
ὁ δὲ Ποσειδώνιος (p. 40 Bake), ἐπεὶ τὰ μὲν τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζώω μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν , ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν.
Ἀλλὰ γὰρ τριμεροῦς οὔσης τῆς φιλοσοφίας οἱ μὲν πρῶτον μέρος τάττουσι τὸ φυσικόν, ἐπεὶ καὶ χρόνῳ μὲν πρεσβυτάτη ἐστὶν ἡ περὶ τὴν φυσικὴν πραγματεία ὧς καὶ μέχρι νῦν τοὺς πρώτους φιλοσοφήσαντας φυσικούς καλεῖσθαι, τάξει δέ, ὅτι πρῶτον ἁρμόττει περὶ τῶν ὅλων διαλαβεῖν καὶ τότε περὶ τῶν ἐπ’ εἴδους καὶ τἀνθρώπου σκέπτεσθαι.
οἱ δὲ ἀπὸ τῶν ἠθικῶν κατήρξαντο ὧς ἀναγκαιοτέρων καὶ πρὸς εὐδαιμονίαν ἐπισπώντων, καθὸ καὶ ὁ Σωκράτης παρήγγελλε μηδὲν ἄλλο ζητεῖν εἰ μὴ (δ 392)
ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
οἱ δὲ Ἐπικούρειοι ἀπὸ τῶν λογικῶν εἰσβάλλουσιν· τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν, περί τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιοῦνται τὴν ὑφήγησιν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς (fr. II 44 Arn.) καὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά, τελευταῖα δὲ τετάχθαι τὰ φυσικά.
πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν [*](1 Ξενοκράτην ’ς 2/3 ἔνθεν οὐκ scr. coll. p. 208, 20: ἐνθένδεν LR: ἐνθένδε EABY οὐκ iam add. codex Genevensium in mrgne; prob. Kayser coll. Diog. Laert. YII 1, 39) 3 εὐπιθλανως Menagius: πιθανῶς Bekk. dubit. 7 λεκύθων 9 λεκύθου V πρὸς del. Kayser ἐπισπώντων Kayser coll. Aesch. Pers. 477 : ἐπιστώντων E ς: ἐπιστώτων L: ἐπειγόντων Bekk. 1 δεῖν Gen.: δεῖ G)
νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν, ὀχυρωτικὸν δὲ εἷναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτ’ ἦς ἐπὶ προυποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως.Ταῦτα μὲν καὶ οὗτοι· ἡμεῖς δὲ τὸ μὲν ἀκριβὲς ἐν τῷ πράγματι τὰ νῦν οὐ σκεπτόμεθα, ἐκεῖνο δέ φαμεν ὧς εἴπερ ἐν παντὶ μέρει φιλοσοφίας ζητητέον ἐστὶ τἀληθές, πρὸ παντὸς δεῖ τἀς ἀρχὰς καὶ τοὺς τρόπους τῆς τούτου διαγνώσεως ἔχειν πιστούς. ὁ δέ γε λογικὸς τόπος τὴν περὶ τῶν κριτηρίων καὶ τῶν ἀποδείξεων θεωρίαν περιεῖχεν·