Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
ἐπὶ δὲ τὸ λογικὸν κατηνέχθησαν μέρος οἱ περὶ Πανθοίδην καὶ Ἀλεξῖνον καὶ Εὐβουλίδην καὶ Βρύσωνα, Διονυσόδωρόν τε καὶ Εὐθύδημον Θούριοι, ὧν μέμνηται καὶ ὁ Πλάτων’ ἐν τῷ Εὐθυδήμῳ].
τῶν δὲ διμερῆ τὴν φιλοσοφίαν ὑποστησαμένων Ξενοφάνης μὲν ὁ Κολοφώνιος τὸ φυσι- κὸν ἅμα καὶ λογικόν, ὥς φασί τινες, μετήρχετο, Ἀρχέλαος δὲ ὁ Ἀθηναῖος τὸ φυσικὸν καὶ ἠθικόν· μεθ’ οὗ τινες καὶ τὸν Ἐπίκουρον τάττουσιν ὡς καὶ] τὴν λογικὴν θεωρίαν ἐκβάλλοντα.
ἄλλοι δὲ ἦσαν οἲ φασι μὴ κοινῶς αὐτὸν τὴν λογικὴν παρῃτῆσθαι, μόνην δὲ τὴν τῶν Στωικῶν, ὥστε δυνάμει τριμερῆ πάλιν ἀπολείπειν τὴν φιλοσοφίαν. ἀνα- φέρεται δὲ ὑπό τινων δόξα, καθὸ καὶ ὁ Σωτίων μεμαρτύ- ρηκεν, εἰς τούς ἀπὸ τῆς Κυρήνης ὡς λέγοντας ἠθικόν τι καὶ λογικὸν φιλοσοφίας εἶναι μέρος.
πλὴν οὗτοι μὲν ἐλλιπῶς ἀνεστράφθαι δοκοῦσιν, ἐντελέστερον δὲ παρὰ τούτους οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικὸν τὸ δὲ ἠθικὸν τὸ δὲ λογικόν· ὧν δυνάμει μὲν Πλάτων’ ἐστὶν ἀρχηγός, περὶ πολλῶν μὲν φυσικῶν, περὶ] πολλῶν δὲ ἠθικῶν, οὐκ ὀλίγων δὲ λογικῶν διαλεχθείς· ΄φητότατα [*](2 ἐκ add. Bekk. 3 δὲ om. ’ς 5 φιλοσοφοῦσιν LE: φιλοσόφοις ς 6 τρόπους E 8 τίτθασον L ἀρκεῖν Bekk. : ἀρκεῖσθαι G 11 ἐπὶ E ’ς cf. p. 127, 30. 290, 9: περὶ L 12 λογικὸν <μόνον> Kayser 13 βρίσωνα ’ς 14/15 del. 19 καὶ delevi: καὶ <αὐτὸν> Bekk. dubit. : καὶ <τοῦτον> 20 εἰσιν Bekk. dubit. 29 περὶ deL Bekk.)
δὲ οἱ περὶ τὸν Ξενοκράτη καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως.ἔνθεν <οὐκ> ἀπιθάνως ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἴνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν.
οἱ δὲ ᾠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά. τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά.
ὁ δὲ Ποσειδώνιος (p. 40 Bake), ἐπεὶ τὰ μὲν τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζώω μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν , ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν.
Ἀλλὰ γὰρ τριμεροῦς οὔσης τῆς φιλοσοφίας οἱ μὲν πρῶτον μέρος τάττουσι τὸ φυσικόν, ἐπεὶ καὶ χρόνῳ μὲν πρεσβυτάτη ἐστὶν ἡ περὶ τὴν φυσικὴν πραγματεία ὧς καὶ μέχρι νῦν τοὺς πρώτους φιλοσοφήσαντας φυσικούς καλεῖσθαι, τάξει δέ, ὅτι πρῶτον ἁρμόττει περὶ τῶν ὅλων διαλαβεῖν καὶ τότε περὶ τῶν ἐπ’ εἴδους καὶ τἀνθρώπου σκέπτεσθαι.
οἱ δὲ ἀπὸ τῶν ἠθικῶν κατήρξαντο ὧς ἀναγκαιοτέρων καὶ πρὸς εὐδαιμονίαν ἐπισπώντων, καθὸ καὶ ὁ Σωκράτης παρήγγελλε μηδὲν ἄλλο ζητεῖν εἰ μὴ (δ 392)
ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
οἱ δὲ Ἐπικούρειοι ἀπὸ τῶν λογικῶν εἰσβάλλουσιν· τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν, περί τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιοῦνται τὴν ὑφήγησιν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς (fr. II 44 Arn.) καὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά, τελευταῖα δὲ τετάχθαι τὰ φυσικά.
πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν [*](1 Ξενοκράτην ’ς 2/3 ἔνθεν οὐκ scr. coll. p. 208, 20: ἐνθένδεν LR: ἐνθένδε EABY οὐκ iam add. codex Genevensium in mrgne; prob. Kayser coll. Diog. Laert. YII 1, 39) 3 εὐπιθλανως Menagius: πιθανῶς Bekk. dubit. 7 λεκύθων 9 λεκύθου V πρὸς del. Kayser ἐπισπώντων Kayser coll. Aesch. Pers. 477 : ἐπιστώντων E ς: ἐπιστώτων L: ἐπειγόντων Bekk. 1 δεῖν Gen.: δεῖ G)
νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν, ὀχυρωτικὸν δὲ εἷναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτ’ ἦς ἐπὶ προυποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως.Ταῦτα μὲν καὶ οὗτοι· ἡμεῖς δὲ τὸ μὲν ἀκριβὲς ἐν τῷ πράγματι τὰ νῦν οὐ σκεπτόμεθα, ἐκεῖνο δέ φαμεν ὧς εἴπερ ἐν παντὶ μέρει φιλοσοφίας ζητητέον ἐστὶ τἀληθές, πρὸ παντὸς δεῖ τἀς ἀρχὰς καὶ τοὺς τρόπους τῆς τούτου διαγνώσεως ἔχειν πιστούς. ὁ δέ γε λογικὸς τόπος τὴν περὶ τῶν κριτηρίων καὶ τῶν ἀποδείξεων θεωρίαν περιεῖχεν·
ἀπὸ τούτου ἄρα ποιητέον ἐστὶν ἡμῖν τὴν ἀρχήν. καὶ ἴνα εὐέφοδος γένηται πρὸς τοὺς δογματικούς ἡ ζήτησις, ἐπεὶ τὰ μὲν ἐναργῆ διὰ κριτηρίου τινὸς αὐτόθεν δοκεῖ, τὰ δὲ ἄδηλα διὰ σημείων καὶ ἀποδείξεων κατὰ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ἐξιχνεύεσθαι, τάξει σκεπτώμεθα πρῶτον περὶ τοῦ εἰ ἔστι τι κριτήριον τῶν αὐτόθεν κατ’ αἴσθησιν ἢ διάνοιαν προσπιπτόντων , τὸ δὲ μετὰ τοῦτο περὶ τοῦ εἰ ἔστι σημειωτικὸς ἢ ἀποδεικτικὸς τῶν ἀδήλων τρόπος.
οἶμαι γὰρ ὡς τούτων ἀναιρεθέντων οὐδεμία ἔτι καταλειφθήσεται ζήτησις περὶ τοῦ δεῖν ἐπέχειν ἅτε μήτε ἐν τοῖς προφανέσι μήτε ἐν τοῖς συνεσκιασμένοις εὑρισκομένου τινὸς ἀληθοῦς. ἀρχέτω οὖν ὁ περὶ τοῦ κριτηρίου λόγος, ἐπεὶ καὶ πάντων τῶν τῆς καταλήψεως τρόπων περιληπτικὸς εἶναι δοκεῖ.
Ἡ περὶ κριτηρίου ζήτησις οὐ μόνον διὰ τὸ φύσει φιλάληθες ζῷον εἶναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ διὰ τὸ τὰς γενικωτάτας τῆς φιλοσοφίας αἱρέσεις περὶ τῶν κυριωτάτων βραβεύειν, πᾶσίν ἐστι περιμάχητος. ἢ γὰρ τὸ μέγα καὶ [*](9 μὲν LE: δὲ ’ς 20 πρῶτον <μὲν> Bekk. at cf. p. 354, 20 e. a. (cf. Kochalsky 1. 1. p 75) 21 προσπιπτόντων AB: προπτπτ. LEVR 22 an <τις> 28 περιληπτικὸς περιεκτικὸς ς 29 <τοῦ> κριτ. ς)
σεμνὸν τῶν δογματικῶν αὔχημα ἀναιρεῖσθαι ἄρδην δεήσει, μηδενὸς εὑρισκομένου κανόνος τῆς κατ’ ἀλήθειαν τῶν πραγμάτων ὑπάλρξεως, ἢ ἀνάπαλιν ὡς προπετεῖς ἐλέγχεσθαι τοὺς σκεπτικοὺς καὶ τῆς κοινῆς πίστεως κατατολμήσαντας, ἐὰν φαίνηταί τι τὸ δυνάμενον ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν ἱν ὁδηγεῖν. καὶ γὰρ σχέτλιον , εἰ τὰ μὲν ἐκτὸς κριτήρια μετὰ πάσης σπουδῆς ἀναζητήσομεν, οἷον κανόνας καὶ διαβήτας στάθμια τε καὶ τρυτάνας, τὸ δὲ ἐν ἡμῖν καὶ τούτων αὐτῶν δοκιμαστικὸν εἶναι δοκοῦν παρήσομεν.τάξει τοίνυν ὡς ἂν περὶ τῶν ὅλων οὔσης τῆς σκέψεως ἀναλαβόντες, ἐπεὶ δύο μέρη ἐμφέρεται τῇ προτάσει, τό τε κριτήριον καὶ ἡ ἀλήθεια, ἐν μέρει τὸν περὶ ἑκατέρου τούτων λόγον ποιησόμεθα, καὶ ὁτὲ μὲν ἐξηγητικῶς ὑποδεικνύντες, ποσαχῶς λέγεται τὸ κριτήριον καὶ ἡ ἀλήθεια, καὶ τίνα ποτὲ κατὰ τοὺς δογματικοὺς εἶχε φύσιν, ὁτὲ δὲ καὶ ἀπορητικώτερον σκεπτόμενοι, εἰ δύναταί τι τούτων ὑπάρχειν.
περὶ κριτηρίου
Αὐτίκα τοίνυν τὸ κριτήριον (ἀρκτέον γὰρ ἀπὸ τούτου) λέγεται πρῶτον μὲν διχῶς, καθ’ ἔνα μὲν τρόπον ᾧ προσέχοντες τὰ μὲν ποιοῦμεν τὰ δὲ οὐδαμῶς, καθ’ ἕτερον δὲ ᾧ προσέχοντες τὰ μὲν ὑπάρχειν φαμὲν τὰ δὲ μὴ ὑπάρχειν καὶ ταυτὶ μὲν ἀληθῆ καθεστάναι ταυτὶ δὲ ψευδῆ. ὧν τὸ μὲν πρότερον ἐν τοῖς περὶ τῆς σκεπτικῆς ἀγωγῆς (Hyp. I 21 — 24) ἐξεθέμεθα·
κατ’ ἀνάγκην γὰρ ἔδει τὸν ἀπορητικῶς φιλοσοφοῦντα, μὴ εἰς τὸ παντελὲς ἀνενέργητον ὄντα καὶ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἄπρακτον, ἔχειν τι κριτήριον αἱρέσεως ἅμα καὶ φυγῆς, τουτέστι τὸ φαινόμενον , καθὼς καὶ ὁ Τίμων (fr. 69 Diels) μεμαρτύρηκεν εἰπὼν
ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ. [*](29 ~ Hyp. II 14.) [*](9 δοκοῦν om. ’ς 12 ἐν μέρει — 15 ἀλήθεια om. E 13 ἑκα- τέρου Bekk. : ἑκατέρων G 19 πρῶτον μὲν Olearius: πρώτως ἢ G 29 πάντῃ Bekk. (cf. Diog. Laert. IX 105 Galen. VIII p. 781 Kuhn) : παντὶ G οἶπερ Bekk. dubit.)
τὸ δ’ ἕτερον,λέγω δὲ τὸ τῆς ὑπάρξεως καὶ περὶ οὐ τὰ νῦν σκεπτόμεθα, λέγεσθαι δοκεῖ τριχῶς, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν γὰρ πᾶν μέτρον καταλήψεως, καθ’ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ κριτήρια ταύτης ἠξίωται τῆς προσηγορίας, οἶον ὅρασις ἀκοὴ γεῦσις·
ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικόν , καθ’ ὃ πῆχυν μὲν καὶ ζυγὸν καὶ κανόνα καὶ διαβήτην εἴποι τις ἂν κριτήρια, παρόσον ἐστὶ τεχνικά, τὴν δὲ ὅρασιν καὶ τὴν ἀκοὴν καὶ καθόλου τὰ λοιπὰ κοινὰ τῶν αἰσθητηρίων, φυσικὴν ἔχοντα τὴν κατασκευήν, οὐδαμῶς·