Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
οἵ τε γὰρ ἀπὸ τῆς Κυρήνης φιλόσοφοι μόνα φασὶν ὑπάρχειν τὰ πάθη, ἄλλο δέ οὐδέν· ὅθεν καὶ τὴν φωνὴν μὴ οὖσαν πάθος, ἀλλὰ πάθους ποιη- τικήν, μὴ γίγνεσθαι τῶν ὑπαρκτῶν. οἵ |γέ τοι περὶ τὸν Δημόκριτον καὶ Πλάτωνα πᾶν αἰσθητὸν ἀναιροῦντες συν- αναιροῦσι καὶ τὴν φωνήν, αἰσθητόν τι δοκοῦσαν πρᾶγμα ὑπάρχειν.
καὶ γὰρ ἄλλως, εἰ ἔστι φωνή, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον οὔτε δὲ σῶμά ἐστιν, ὡς οἱ Περιπατητικοὶ διὰ πολλῶν διδάσκουσιν, οὔτε ἀσώματος, ὡς οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄρα ἔστι φωνή.
ἄλλος δέ τις κἂν ἐκείνως ἐπιχειρήσειε λέγειν, ὡς εἰ μὴ ἔστι ψυχή, οὐδὲ αἰσθήσεις· μέρη γὰρ ταύτης ὑπῆρχον. εἰ δέ μή εἰσιν αἱ αἰσθήσεις, οὐδὲ τὰ αἰσθητά· πρὸς αἰσθήσει γὰρ ἡ τούτων ὑπόστα- σις νοεῖται. εἰ δὲ μὴ αἰσθητά, οὐδὲ φωνή εἶδος γάρ τι τῶν αἰσθητῶν ὑπῆρχεν. ἀλλὰ μὴν οὐδέν ἐστι ψυχή, καθ- ὼς ἐν τοῖς περὶ αὐτῆς ὑπομνήμασιν ἐδείκνυμεν· οὐκ ἄρα ἔστι φωνή.
καὶ μὴν εἰ μήτε βραχεῖά ἐστι φωνὴ μήτε μακρά, οὐκ ἔστι φωνή· οὔτε δὲ βραχεῖά ἐστιν οὔτε μακρὰ φωνή, ὡς ἐν τοῖς πρὸς τοὺς γραμματικούς (M I 124) ὑπεμνήσαμεν, περὶ συλλαβῆς καὶ λέξεως ζητοῦντες πρὸς [*](§ 52 σκεπτ. ὑπομν. locum M VIII 131 laudari censet Pappen- heim textu ut infr. legitur emnedato. probat Brochard p. 320 adn. 1 || 53 cf. M VII 191 || 54 Περιπτατ. . . . Στοᾶς v. Ps. PIut. plac. IV 20 (p. 409, 25 Diels Doxogr.) || 55 ὑπομνήμασιν sec. Haas progr. Berlin 1874, 7 et Progr. Freising 1883, 23 et Brochard p. 321 opus deperditum. cf. M X 284) [*](3 ἔχει Ϛ |ἐν om. ELVr || 7.8 δεδεῖχθαι 〈καὶ〉 ἀπὸ τῆς τῶν δογμ. ὁμιλίας Pappenheim || 12 συναιροῦσι VC || 17 ἀλλʼ ὧδέ τις κἀκεί- νως G: ἀλλʼ ὡς δέ τις κἀκείνων cod. ed. Gen.: ‘alius autem quis- piam illo quoquo modo’ Herv.: corr. Bekk. || 19 αὐτῆς E || 20 πρὸς αἰσθήσεις VC edd.: ‘ad sensus relataʼ Herv. )
πρὸς τούτοις ἡ φωνὴ οὔτε ἐν ἀποτελέσματι οὔτε ἐν ὑποστάσει νοεῖται, ἀλλʼ ἐν γε- νέσει καὶ χρονικῇ παρεκτάσει· τὸ δὲ ἐν γενέσει νοούμε- νον γίνεται, οὐδέπω δʼ ἔστιν, ὥσπερ οὐδὲ οἰκία γινομένη ἢ ναῦς καὶ ἄλλα παμπληθῆ εἶναι λέγεται. τοίνυν οὐθέν ἐστι φωνή.
καὶ ἄλλοις δὲ συχνοῖς εἰς τοῦτο ἔνεστι λόγοις χρῆσθαι, περὶ ὧν, ὡς ἔφην, ἐν τοῖς Πυρρωνείοις ὑπο- μνηματιζόμενοι διεξῄειμεν. νυνὶ δὲ φωνῆς μὴ οὔσης οὐδὲ φθόγγος ἔστιν, ὃς ἐλέγετο (§ 42) φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δέ μὴ ὄντος οὐδὲ διάστημα μουσι- κὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. διὰ τοῦτο οὐδέ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.
Ὅθεν ἀπʼ ἄλλης ἀρχῆς ὑποδεικτέον ὅτι κἂν τούτων ἀποστῶμεν, διὰ τὴν ἐγχειρηθησομένην ἐπὶ τῆς ῥυθμο- ποιίας ἀπορίαν ἀνυπόστατος καθέστηκεν ἡ μουσική. εἰ |γὰρ μηδέν ἐστι ῥυθμός, οὐδὲ ἐπιστήμη τις ἔσται περὶ ῥυθμοῦ ἀλλὰ μὴν οὐδέν ἐστι ῥυθμός, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις ἐπιστήμη περὶ ῥυθμοῦ.
ὡς γὰρ πολ- λάκις εἰρήκαμεν, ῥυθμὸς σύστημά ἐστιν ἐκ ποδῶν, ὁ δέ ποῦς τὸ συνεστὼς ἐξ ἄρσεως καὶ θέσεως· ἡ δὲ ἆρσις καὶ ἡ θέσις ἐν ποσότητι χρόνου θεωρεῖται, ὧν τινὰς μέν ἐπεῖχεν ἡ θέσις τινὰς δὲ ἡ ἆρσις χρόνους. καθάπερ 〈γὰρ〉 ἐκ μὲν στοιχείων συλλαβαὶ ἐκ δὲ συλλαβῶν λέξεις συντίθενται, οὕτως ἐκ μέν τῶν χρόνων οἱ πόδες ἐκ δέ τῶν ποδῶν οἱ ῥυθμοὶ γίνονται [ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες].