Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
Ἡ μουσικὴ λέγεται τριχῶς, καθʼ ἕνα μέν τρόπον ἐπι- στήμη τις περὶ μελῳδίας καὶ φθόγγους καὶ ῥυθμοποιίας καὶ τὰ παραπλήσια καταγιγνομένη πράγματα, καθὸ καὶ Ἀλριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθʼ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μέν αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δέ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατ᾿ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική·
κατα- χρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.
ἀλλὰ δὴ κατὰ τοσούτους τρόπους νοουμένης τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.
τῆς δὲ ἀντιρ- ῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι | τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μου- σική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦ- σθαι·
οἱ δὲ ἀπορητικώτερον πάσης ἀποστάντες τῆς τοι- [*](§ 2 de voce μεμουσῶσθσι cf. Philodem. de mus. p. 77, 25 K. || 4 οἱ μέν cf. Philod. de mus. p. 109, 29 K.) [*](5 ἐμπειρίαν G: corr. Bekk. dub. || 7 ψαλτηρίας LVr | κατὰ ταῦτα τὰ ci. Bekk. Bury || 8 παρὰ 〈τοῖς〉 π. dub. Bekk. || 18 δι- πλὸν E: διπὸν LVr εἰπεῖν ζ || 19 γραμματικώτερον, suprascr. δογμα- V || 22 τὸν μουσικὸν VC Herv. )
ὅθεν καὶ ἡμεῖς ὑπέρ τοῦ μὴ δοκεῖν τι τῆς δι- δασκαλίας χρεωκοπτεῖν, τὸν ἑκατέρου δόγματος ἀπορήμα- τος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§ 19 — 37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτον- τες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέ- σην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν διδασκαλίαν.