Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐπίτριτος δὲ λέγεται ἀριθμὸς ὁ ἐξ ὅλου τινὸς ἀριθμοῦ συνεστηκὼς καὶ ἐκ τοῦ τρίτου μέ- ρους ἐκείνου, ὡς ἔχει ὁ ὀκτὼ πρὸς τὸν ἕξ καὶ γὰρ αὐτὸν [*](§ 4 ∼ M VII 99 || 5 ∼ M VII 100 || 6 ∼ M VII 95–96 || 7 ∼ M VII 96) [*](1 πηγήν τε G: conieoi cl. p. 210, (Bekk.) || 4 ἐπαρκέσει G: corr. Bekk. || 11 τὸν στιγμῆς VC || 13 et 15 γὰρ ποῦ G: corr. Bury: trad. daf. Theiler || 15 〈〉 cl. p. 210, 30 (Bekk.) Bury sec. Bekk. || 20 τε- τάρτω G: τέσσαρα Bekk.: trad. def. Mette )

135
τὸν ἓξ περιέσχηκε καὶ τὸ τρίτον αὐτοῦ, τουτέστι τὴν δυά- δα. ἡμιόλιος δὲ καλεῖται, ὅταν περιέχῃ ἀριθμὸς ἀριθμὸν καὶ τὸ ἥμισυ ἐκείνου, ὡς ἔχει ὁ ἐννέα πρὸς τὸν ἕξ· συν- έστηκε γὰρ ἐκ τοῦ ἓξ καὶ ἐκ τοῦ ἡμίσεος αὐτοῦ, τουτέστι τῶν τριῶν. διπλασίων δέ προσαγορεύεται ὁ δυσὶν ἀριθμοῖς 〈ἴσοις〉 ἴσος, ὡς ὁ τέσσαρα πρὸς τὸν δύο δὶς γὰρ τὸν αὐτὸν περιέσχηκεν.

ἀλλὰ γὰρ τούτων οὕτως ἐχόντων, καὶ κατὰ τὴν ἀρχῆθεν ὑπόθεσιν τεσσάρων ὄντων ἀριθμῶν, τοῦ τε ἑνὸς καὶ δύο καὶ τρία καὶ τέσσαρα, ἐν οἷς ἐλέγο- μεν καὶ τὴν τῆς ψυχῆς ἰδέαν περιέχεσθαι κατὰ τὸν ἐν- αρμόνιον λόγον, ὁ μὲν τέσσαρα τοῦ δύο καὶ ὁ δύο τῆς μονάδος ἐστὶ διπλασίων, ἐν ᾧ ἔκειτο ἡ διὰ πασῶν συμ- φωνία,

ὁ δὲ τρία τοῦ δύο ἡμιόλιος (καὶ γὰρ αὐτὸν τὸν δύο περιέσχηκε καὶ τὸ ἥμισυ τούτου, ὅθεν καὶ τὴν διὰ πέντε συμφωνίαν ὑποβάλλειν), ὁ δὲ τέσσαρα τοῦ τρία ἐπίτριτος, ὑπέκειτο δὲ καὶ ἐν τούτῳ ἡ διὰ τεσσάρων συμ- φωνία. ὥστε εἰκότως τὸν ‘τέταρτον ἀριθμὸν’ παρὰ τοῖς Πυθαγορικοῖς εἰρῆσθαι πηγὴν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν.

Ἀλλʼ ὅτι μὲν πολλὴν δύναμιν ἀπένεμον τοῖς ἀριθμοῖς, ἐκ τούτων συμφανές ὑποδειγματικώτερον εἰρημέ|νων· πο- λὺς γὰρ ὁ περὶ ἀριθμῶν παρʼ αὐτοῖς ἐστὶ λόγος, ὃν ἐάσαν- τες τὰ νῦν μηκύνειν ἁπτώμεθα τῆς ἀντιρρήσεως, τὴν ἀρχὴν τῶν λόγων ἀπὸ μονάδος ποιησάμενοι, ἥτις ἀρχὴ παντὸς ἀριθμοῦ καθέστηκε καὶ ἧς ἀναιρουμένης οὐδʼ ἔστιν ἀριθμός.

Τὴν τοῦ ἑνὸς τοίνυν νόησιν διατυπῶν ἡμῖν πυθαγορι- κώτερον ὁ Πλάτων φησὶν ‘ἕν ἐστιν οὗ μηδὲν χωρίς λέ- γεται ἕν’ ἢ ‘οὗ μετοχῇ ἕκαστον ἕν τε καὶ πολλὰ λέγε- [*](§ 8–9 ∼ M VII 97–98 || 10 cf. M X 284 || 11 ∼ M X 284–285 | Πυθαγορικώτερον cf. Diog. Laert. III 8 | φησὶν cf. PIat. Parm. 129 B 5sqq. cf. etiam Eucl. el. VII dei. 1) [*](4 ἐκ τῶν ἓξ ζ | ἡμίσους ELVr || 6 ἴσοις suppl. dub. Bury 11 τέταρτος τοῦ δευτέρου καὶ ὁ δεύτερος LVr: δ τοῦ β καὶ ὁ β cett. || 13 ὅ τε τρία G: corr. Bekk. || 15 ὑπέβαλλεν Bekk.: ‘subiicit’ Herv. || 77 τέσσαρα G: corr, Mette || 18 ἀεννάου ζ || 29 οὖν ζ )

136
ται᾿. τὸ γὰρ φυτόν, εἰ τύχοι, καὶ τὸ ζῶον καὶ ὁ λίθος προσαγορεύεται μὲν ἕν, οὐκ ἔστι δὲ κατὰ τὸν ἴδιον λόγον ἕν, ἀλλʼ ἓν μετοχῇ ἑνὸς νοεῖται, τούτου μηδενὸς τούτων καθεστῶτος.

οὔτε γὰρ φυτὸν οὔτε ζῷον οὔτε λίθος οὔτε ἄλλο τι τῶν ἀριθμητῶν τὸ ὄντως ἕν ἐστιν. εἰ γὰρ φυτόν ἐστιν ἢ ζῷον τὸ ἕν, πάντως ὃ μὴ φυτόν ἐστι μηδὲ ζῷον οὐ ῥηθήσεται ἕν λέγεται δὲ καὶ φυτὸν ἓν καὶ ζῷον καὶ ἄλλα μυρία·

οὐδὲν ἄρα τῶν ἀριθμητῶν ἐστι 〈τὸ〉 ἕν, τὸ δὲ οὗ ἕκαστον 〈μετέχον ἕν τε καὶ πολλὰ γίνεται·〉 ἓν μὲν καθʼ ἑαυτὸ ἕκαστον, πολλὰ δέ ἀθροισμῷ [μετέχον, ἕν τε και πολλά γίνεται] τῶν καθʼ ἕκαστον. ὅπερ πάλιν πλῆθος οὐδέν ἐστι τῶν πολλῶν, οἷον φυτῶν ζῴων λίθων κατὰ μετοχὴν μὲν γὰρ ἐκείνου ταῦτα λέγεται πολλά, αὐτὸ δὲ οὔκ ἐστιν ἐν τούτοις.

πλὴν τοιαύτη μὲν ἡ τοῦ ἑνὸς ἰδέα νοεῖται τοῖς περὶ τὸν Πλάτωνα· ἐπισυν- άπτοντες δὲ ἡμεῖς λεγωμεν. ἤτοι ἑτέρα τῶν κατὰ μέρος ἀριθμητῶν ἐστιν ἡ τοῦ ἑνὸς ἰδέα, ἢ σύν ἐκείνοις τοῖς μετέχουσιν αὐτῆς νοεῖται. ἀλλὰ καθ αὑτὴν μέν 〈οὐχ ὑφέστηκεν, εἴγε〉 παρὰ τὸ κατὰ μέρος ἀριθμητὰ οὐδὲν νοεῖται ἓν ὑποκείμενον. λείπεται ἄρα ἐν ἐκείνοις τοῖς μετ- έχουσιν αὐτοῦ νοεῖσθαι, ὃ πάλιν τῶν ἀπόρων.

τὸ γὰρ ἀριθμητὸν ξύλον εἰ μετοχῇ μονάδος ἐστὶν ἕν, ὃ μή ἐστι ξύλον οὐ λεχθήσεται ἕν λέγεται δέ γε, ὡς ἀνώτερον (v. 7) ὑποδέδεικται οὐκ ἄρα ἐστὶν ἡ μονὰς ἧς μετοχῇ ἓκαστον τῶν κατὰ μέρος ἀριθμητῶν μονὰς προσαγορεύε- ται.

εἶτα τὸ πολλοῖς μετε|χόμενον πολλά ἐστι καὶ οὐχ ἕν, τὰ δὲ ἀριθμητὰ πολλά τέ ἐστι καὶ ἄπειρα· οὐκ ἄρα μετοχῇ τῆς μονάδος ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν.

ὥσπερ οὖν ὁ γενικὸς ἄνθρωπος, ὅν τινες νοοῦσι ζῷον θνητὸν λογικόν, οὔτε Σωκράτης ἐστὶν οὔτε Πλάτων, ἐπει- δὴ οὐδεὶς ἕτερος λεχθήσεται ἄνθρωπος, οὔτε καθʼ ἑαυ- [*](§ 12–13 ∼ M X 286 || 17 cf. M X 288—289) [*](3 ἓν pro ἐν Heiutz || 8 τὸ suppl. Bekk. || 9–11 trp. Heintz τῶν καθʼ ἕκαστον deletis, quae restitutit We., τὸ δέ ut ἀλλὰ τὸ interpretandum || 17 ἀριθμῶν G: corr. Heintz || 18 μέν om. LVr || 18.19 οὐχ — εἴγε dub. suppl. Bekk. || 23 γε om. EC )

137
τὸν ὑφέστηκεν οὔτε μετὰ Πλάτωνος καὶ Σωκράτους, ἐπεὶ ἐθεωρεῖτο ἂν ὡς ἄνθρωπός 〈τις〉, οὕτω καὶ τὸ ἓν μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμητοῖς μήτε καθʼ ἑαυτὸ ὑφεστηκὸς νοούμενον εὐθέως ἐστὶν ἀνεπινόητον.

τὰ δὲ αὐτὰ λεκτέον καὶ ἐπὶ τοῦ δύο ἢ καὶ τρία καὶ καθ- όλου ἐπὶ παντὸς ἀριθμοῦ, ἵνα μὴ μηκύνωμεν. ἔνεστι δὲ καὶ οὕτως συνερωτᾶν. ἡ τοῦ ἑνὸς ἰδέα, ἧς μετοχῇ τι ἓν λέγεται, ἤτοι μία ἐστὶν ἰδέα ἢ τοῦ ἑνὸς πλείους ἰδέαι τυγχάνουσιν. ἀλλʼ εἰ μέν μία ἐστίν, 〈ἤτοι ἀμερής ἢ πο- λυμερής ἐστιν· εἰ δὲ ἀμερής,〉 οὐ πολλοῖς μετέχεται τοῦ γὰρ Α, εὐσήμου χάριν διδασκαλίας, τὴν ὅλην τοῦ ἑνὸς ἰδέαν ἔχοντος, τὸ Β μὴ μετέχον ταύτης οὐκέτʼ ἔσται ἕν. καὶ μὴν οὐδὲ πολυμερὴς καθέστηκεν,

ἵνα πολλὰ ᾖ τὰ μετ- έχοντα ταύτης· πρῶτον μέν γὰρ ἔσται ἕκαστον οὐ τῆς τοῦ ἑνὸς ἰδέας μετέχον, μέρους δὲ αὐτῆς, εἶτα καὶ ἡ μο- νὰς ἀδιαίρετος καὶ ἀμερὴς ἐνοεῖτο κατ’ αὐτούς. εἰ δέ πλείους εἰσὶν ἰδέαι τοῦ ἑνός, 〈ὡς〉 ἕκαστον τῶν καθʼ ἓν τασσομένων ἀριθμητῶν 〈ἰδίας τινὸς μετέχειν ἰδέας〉, ἤτοι 〈ἡ〉 τοῦ Α 〈καὶ〉 ἡ τοῦ Β [καθ’ ἓν ἑκάτερον] μετέχει τινὸς κοινῆς ἰδέας 〈καθʼ ἣν ἑκάτερον αὐτῶν προσαγο- ρεύεται ἕν〉, ἢ οὐ μετέχει.

καὶ εἰ μὲν οὐ μετέχει, δεήσει καὶ ἅπαντα δίχα τοῦ μετέχειν ἰδέας κατὰ τὸ ἓν τετάχθαι, ὅπερ οὐ θέλουσιν. εἰ δὲ μετέχει, ἡ ἐξ ἀρχῆς συνεισαχθή- σεται ἀπορία· πῶς γὰρ μιᾶς τὰ δύο μεθέξει;

Ταῦτα μὲν οὖν περὶ μονάδος, ἧς ἀνῃρημένης πᾶς ἀνῄ- ρηται ὁ ἀριθμός·