Adversus Mathematicos
Sextus Empiricus
Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).
δυεῖν γάρ φασιν ὑποκειμένων πραγμάτων, τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ κακοῦ, ἢ τοῦ μὲν ἀγαθοῦ, τοῦ δὲ ἀδιαφόρου, ἢ κακοῦ καὶ ἀδιαφόρου, τὸ μὲν ‟τοῦτ᾿ ἔστι τῶν ὄντων άγαθόν” ἀληθές ἐστι, τὸ δὲ ‟ταῦτ ἔστιν ἀγαθά” ψεῦδος· οὐ γάρ ἐστιν ἀγαθά, ἀλλὰ τὸ [*](12 τῷ — 15 θνητόν om. E 21 ἔσται N 22 ὧδε Bekk.: ὡς δὴ N: ὧς δὲ LEς 5 ἀγαθόν LEς:)
μὲν ἀγαθόν, τὸ δὲ κακόν.καὶ τὸ ‟ταῦτ᾿ ἔστι κακά᾿ πάλιν ψεῦδος· οὐ γάρ ἐστι κακά, ἀλλὰ τὸ ἕτερον αὐτῶν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἅδ’ ἀδιαφόρων· ψεῦδος γὰρ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀδιάφορα”, ὥσπερ καὶ τὸ ‟ταῦτ᾿ ταῦτ’ ἔστιν ἀγαθὰ ἢ κακά”.
ἡ μὲν οὖν ἔνστασις τοιαύτη πως καθέστηκεν , φαίνεται δὲ μὴ καθάπτεσθαι τοῦ Ξενοκράτους διὰ τὸ μὴ ταῖς πληθυντικαῖς πτώσεσι κεχρῆσθαι , ὥστ’ ἐπὶ τῆς τῶν ἑτερογενῶν δείξεως ψευδοποιηθῆναι τὴν διαίρεσιν.
Ἄλλοι δὲ κἀκείνως ἐνέστησαν· πᾶσα γάρ, φασίν, ὑγιὴς διαίρεσις γένους ἐστὶ τομὴ εἰς τὰ προσεχῆ εἴδη, καὶ διὰ τοῦτο μοχθηρὰ καθέστηκεν ἡ τοιαύτη διαίρεσις· ‟τῶν ἀνφρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”. τῷ γὰρ ἑτέρῳ τῶν προσεχῶν εἰδῶν οὐ τὸ συζυγοῦν καὶ προσεχὲς εἶδος ἀντιδιέζευκται, ἀλλὰ τὰ τούτου εἴδη, δέον οὕτως εἰπεῖν· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι”, καὶ καθ’ ὑποδιαίρεσιν λοπόν ‟τῶν δὲ βαρβάρων οἱ μέν εἰσιν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”.
ὅπερ καὶ ἐπὶ τῆς τῶν ὄντων διαιρέσεως, ἐπεὶ ὅσα μέν ἐστιν ἀγαθὰ καὶ κακά, διαφέροντά ἐστιν ἡμῖν, ὅσα δὲ μεταξὺ τῶν τε ἀγαθῶν καὶ κακῶν, ταῦτ’ ἔστιν ἡμῖν ἀδιάφορα. ἐχρῆν οὖν μὴ οὕτως ἔχειν τὴν διαίρεσιν, ὡς ἔχει, μᾶλλον δ’ ἐκείν’ ὡς· ‟τῶν ὄντων ἃ μέν ἐστιν ἀδιάφορα, ἃ δὲ διαφέροντα, τῶν δὲ διαφερόντων ἃ μὲν ἀγαθά, ἃ δὲ κακά”.
ἐῴκει γὰρ ἡ μὲν τοιαύτη διαίρεσις τῇ λεγούσῃ ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ βάρβαροι, τῶν δὲ βαρβάρων οἱ μὲν Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ ᾿Ινδοί”· ἡ δὲ ἐκκειμένη ὡμοίωτο τῇ τοιουτοτρόπῳ· ‟τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες, οἱ δὲ Αἰγύπτιοι, οἱ δὲ Πέρσαι, οἱ δὲ Ἰνδοί”.
Ἀλλὰ περὶ μὲν τούτων τῶν ἐνστάσεων οὐκ ἀνάγκη νῦν μηκύνειν, ἐκεῖνο δ’ ἴσως ἁρμόσει προδιαρθρῶσαι,
ὅτι τὸ ἔστι δύο σημαίνει, καὶ ὲν μὲν τὸ οἷον ὑπάρχει ‟ὺπάρχει” καθό φαμεν ἐπὶ τοῦ παρόντος τό ‟ὅτι ἡμέρα ἔστιν” ἀντὶ τοῦ [*](15 φησιν ς 16 τομὴ E: τὸ μὴ Νς et L (sed eraso pr. accentu) 19 τῷ γάρ ἑτέρῳ Bekk.: τῶν γὰρ ἑτέρων G 20 τὰ om. N: fort. τινὰ? 23 δὲ pr. om. ς 27 ἔχειν οὕτως N)
ἡμέρα ὑπάρχει ἕτερον δὲ τὸ ὴμέρα] ‟φαίνεται”, καθό τινες τῶν μαθηματικῶν εἰώθασι λέγειν πολλάκις, ὅτι τὸ μεταξὺ δυεῖν τινῶν ἀστέρων ἔρων διάστημα πηχυαῖόν ἐστιν, ἐν ἴσῳ λέγοντες τῷ ‘‘φαίνεται καὶ οὐ πάντως ὑπάρχει”· τάχα γὰρ ὑπάρχει μὲν σταδίων ἑκατόν, φαίνεται δὲ πηχυαῖον παρὰ τὸ ὕψος καὶ παρὰ τὴν τῆς ὄψεως ἀπόστασιν.διττοῦ δὴ τυγχάνοντος τοῦ ‟ἔστι” μορίου, ὅταν λέγωμεν σκεπτικῶς ‟τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ μεταξὺ τούτων” , τὸ ‟ἔστιν” ἐντάττομεν οὐχ ὡς ὑπάρξεως ἀλλ’ ὧς τοῦ ‟φαίνεσθαι” δηλωτικόν. περὶ μὲν γὰρ τῆς πρὸς τὴν φύσιν ὑποστάσεως τῶν τε ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων ἱκανοί πώς εἰσιν ἡμῖν ἀγῶνες πρὸς τοὺς δογματικούς·
κατὰ δὲ τὸ φαινόμενον τούτων ἕκαστον ἔχομεν ἔθος ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον προσαγορεύειν, καθάπερ καὶ ὁ Τίμων ἐν τοῖς ἰνδαλμοῖς (fr. 68 Diels) ἔοικε [*](22a) δηλοῦν, ὅταν φῇ·
Κειμένης οὖν κατὰ τὸν ὑποδεδειγμένον τρόπον τῆς προειρημένης διαιρέσεως, ἔδωμεν ἃ χρὴ φρονεῖν περὶ τῶν ἐν αὐτῇ, τὴν ἀρχὴν τῶν λόγων ἀπὸ τῆς ἐννοίας ποιησάμενοι.
Τῆς κατὰ τὸν τόπον χειριζομένης ἡμῖν πρὸς τοὺς δογματικοὺς ἀντιρρήσεως τὸ κυριώτατον μέρος ἐχούσης ἐν τῇ διαγνώσει τῶν τε ἀγαθῶν καὶ κακῶν, πρὸ παντὸς ἁρ- [*](21 cf. adv. math. I 57.) [*](8 ἡμέρα del. Fabr. 22 τοῖς ἰνδαλμοῖς Fabr. : τοῖς σινδήμοις N: τοισινδημοις (sic) L: τοῖσιν δήμοις E: τοῖσι δήμοις ς 28 ἦ Gen.: ἠ N: ἢ LEς 25 αἰεί Gen.: ἀεί G 31 τρόπον τόπον N (fors. m. 2))
μόσει τὴν ἐπίνοιαν τούτων στῆσαι· κατ’ ἁ γὰρ τὸν σοφὸν Ἐπίκουρον (fr.255Us.) οὔτε ζητεῖν ἔστιν οὔτε ἀπορεῖν ἄνευ προλήψεως.οἱ μὲν οὖν Στωικοὶ (fr. III 75 Arn.) τῶν κοινῶν ὡς εἰπεῖν ἐννοιῶν ἐχόμενοι ὁρίζονται τἀγαθὸν τρόπῳ τῷδε ‘‘ἀγαθόν ἐστιν ὠφέλεια ἢ οὐχ ἕτερον ὡφελείας”, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον.