Pyrrhoniae Hypotyposes

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 1. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1912.

Ἐπεὶ δὲ καὶ τῇ ἐμπειρίᾳ τῇ κατὰ τὴν ἰατρικὴν αἱρέσει τὴν αὐτὴν εἶναι λέγουσί τινες τὴν σκεπτικὴν φιλοσοφίαν, γνωστέον ὅτι, εἴπερ ἡ ἐμπειρία ἐκείνη περὶ τῆς ἀκαταληψίας τῶν ἀδήλων διαβεβαιοῦται, οὔτε ἡ αὐτή ἐστι τῇ σκέψει οὔτε ἁρμόζοι ἂν τῷ σκεπτικῷ τὴν αἵρεσιν ἐκείνην ἀναλαμβάνειν. μᾶλλον δὲ τὴν καλουμένην μέθοδον, ὧς ἐμοὶ δοκεῖ, δύναιτο ἂν μετιέναι·

αὕτη γὰρ μόνη τῶν κατὰ ἰατρικὴν αἱρέσεων περὶ μὲν τῶν ἀδήλων δοκεῖ μὴ προπετεύεσθαι, πότερον καταληπτά ἐστιν ἢ ἀκατάληπτα λέγειν αὐθαδειαζομένη, τοῖς δὲ φαινομένοις ἑπομένη ἀπὸ τούτων λαμβάνει τὸ συμφέρειν δοκοῦν κατὰ τὴν τῶν σκεπτικῶν ἀκολουθίαν. ἐλέγομεν γὰρ ἐν τοῖς ἔμπροσθεν (§ 23), ὅτι ὁ βίος ὁ κοινός, ᾧ καὶ ὁ σκεπτικὸς χρῆται, τετραμερής ἐστιν, τὸ μέν τι ἔχων ἐν ὑφηγήσει φύσεως, τὸ δ’ ἐν ἀνάγκῃ παθῶν, τὸ δ’ ἐν παραδόσει νόμων τε καὶ ἐθῶν, τὸ δ’ ἐν διδασκαλίᾳ τεχνῶν.