Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ μὴν περὶ τῆς Ἀλεξάνδρου καὶ Χρυσογόνου καὶ τῶν ἄλλων φίλων εὐνοίας καὶ προθυμίας εἰς αὐτὸν οὐδʼ ἂν εἰπεῖν τις δύναιτʼ ἀξίως. τὴν δὲ Πελοποννησίων καὶ Βοιωτῶν,

ἅμα δὲ τούτοις Ἠπειρωτῶν, Ἀκαρνάνων, --- ὅσων ἑκάστοις ἀγαθῶν ἐν βραχεῖ χρόνῳ παραίτιος ἐγένετο.

καθόλου γε μήν, εἰ δεῖ μικρὸν ὑπερβολικώτερον εἰπεῖν, οἰκειότατʼ ἂν οἶμαι περὶ Φιλίππου τοῦτο ῥηθῆναι, διότι κοινός τις οἷον ἐρώμενος ἐγένετο τῶν Ἑλλήνων διὰ τὸ τῆς αἱρέσεως εὐεργετικόν.

ἐκφανέστατον δὲ καὶ μέγιστον δεῖγμα περὶ τοῦ τί δύναται προαίρεσις καλοκἀγαθικὴ καὶ πίστις, τὸ πάντας Κρηταιεῖς συμφρονήσαντας καὶ τῆς αὐτῆς μετασχόντας συμμαχίας ἕνα προστάτην ἑλέσθαι τῆς νήσου Φίλιππον, καὶ ταῦτα συντελεσθῆναι χωρὶς ὅπλων καὶ κινδύνων, ὃ πρότερον οὐ ῥᾳδίως ἂν εὕροι τις γεγονός.

ἀπὸ τοίνυν τῶν κατὰ Μεσσηνίους ἐπιτελεσθέντων ἅπαντα τὴν ἐναντίαν ἐλάμβανε διάθεσιν αὐτῷ· καὶ τοῦτο συνέβαινε κατὰ λόγον·