Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τὸ δὲ παραπλήσιον ὅ τε Φοξίδας καὶ πάντες οἱ περὶ αὐτὸν ἐποίησαν· προσπεσόντες γὰρ τοῖς Ἄραψι καὶ τοῖς Μήδοις ἠνάγκασαν ἀποστραφέντας φεύγειν προτροπάδην.

τὸ μὲν οὖν δεξιὸν τῶν περὶ τὸν Ἀντίοχον ἐνίκα, τὸ δʼ εὐώνυμον ἡττᾶτο τὸν προειρημένον τρόπον.

αἱ δὲ φάλαγγες, ἀμφοτέρων τῶν κεράτων αὐταῖς ἐψιλωμένων, ἔμενον ἀκέραιοι κατὰ μέσον τὸ πεδίον, ἀμφηρίστους ἔχουσαι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀντίοχος μὲν ἐνηγωνίζετο τῷ κατὰ τὸ δεξιὸν κέρας προτερήματι,

Πτολεμαῖος δὲ τὴν ἀποχώρησιν ὑπὸ τὴν φάλαγγα πεποιημένος, τότε προελθὼν εἰς μέσον καὶ φανεὶς ταῖς δυνάμεσι τοὺς μὲν ὑπεναντίους κατεπλήξατο, τοῖς δὲ παρʼ αὑτοῦ μεγάλην ὁρμὴν ἐνειργάσατο καὶ προθυμίαν.

διὸ καὶ καταβαλόντες παραχρῆμα τὰς σαρίσας οἱ περὶ τὸν Ἀνδρόμαχον καὶ Σωσίβιον ἐπῆγον.