Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
οὗ γενομένου κυριεύσας τῶν Ῥαββαταμάνων ἐπὶ μὲν τούτων ἀπέλιπε Νίκαρχον μετὰ φυλακῆς τῆς ἁρμοζούσης· Ἱππόλοχον δὲ καὶ Κεραίαν τοὺς ἀποστάντας μετὰ πεζῶν πεντακισχιλίων ἐξαποστείλας ἐπὶ τοὺς κατὰ Σαμάρειαν τόπους, καὶ συντάξας προκαθῆσθαι καὶ πᾶσι τὴν ἀσφάλειαν προκατασκευάζειν τοῖς ὑπʼ αὐτὸν ταττομένοις,
ἀνέζευξε μετὰ τῆς δυνάμεως ὡς ἐπὶ Πτολεμαΐδος, ἐκεῖ ποιεῖσθαι διεγνωκὼς τὴν παραχειμασίαν.
κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν.
τοῦ δʼ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας,
ὁ δʼ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν.
οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον.
ὁ δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλουμένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον.
ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους. οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες,
ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δʼ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν.
ὁ δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς. καταλαβὼν δʼ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας,
αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν,