Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀπεγνωκότες τὰς ἐν αὑτοῖς ἐλπίδας διὰ τὸ μηδὲν σφίσι προχωρεῖν τῶν ἐπινοουμένων, κατέφευγον ἐπὶ τὸν Ἀπελλῆν καὶ διαπεμπόμενοι συνεχῶς ἐκάλουν αὐτὸν ἐκ τῆς Χαλκίδος, ἀπολογιζόμενοι τὴν περὶ σφᾶς ἀπορίαν καὶ δυσχρηστίαν ἐκ τῆς πρὸς τὸν βασιλέα διαφορᾶς.

συνέβαινε δὲ τὸν Ἀπελλῆν πεποιῆσθαι τὴν ἐν τῇ Χαλκίδι διατριβὴν ἐξουσιαστικώτερον τοῦ καθήκοντος αὐτῷ·

τὸν μὲν γὰρ βασιλέα, νέον ἔτι καὶ τὸ πλεῖον ὑφʼ αὑτὸν ὄντα καὶ μηδενὸς κύριον ἀπεδείκνυε, τὸν δὲ τῶν πραγμάτων χειρισμὸν καὶ τὴν τῶν ὅλων ἐξουσίαν εἰς αὑτὸν ἐπανῆγε.

διόπερ οἵ τʼ ἀπὸ Μακεδονίας καὶ Θετταλίας ἐπιστάται καὶ χειρισταὶ τὴν ἀναφορὰν ἐποιοῦντο πρὸς ἐκεῖνον, αἵ τε κατὰ τὴν Ἑλλάδα πόλεις ἐν τοῖς ψηφίσμασι καὶ τιμαῖς καὶ δωρεαῖς ἐπὶ βραχὺ μὲν ἐμνημόνευον τοῦ βασιλέως, τὸ δʼ ὅλον αὐτοῖς ἦν καὶ τὸ πᾶν Ἀπελλῆς.

ἐφʼ οἷς Φίλιππος πυνθανόμενος πάλαι μὲν ἐσχετλίαζε καὶ δυσχερῶς ἔφερε τὸ γινόμενον, ἅτε καὶ παρὰ πλευρὰν ὄντος Ἀράτου καὶ πραγματικῶς ἐξεργαζομένου τὴν ὑπόθεσιν· ἀλλʼ ἐκαρτέρει καὶ πᾶσιν ἄδηλος ἦν ἐπὶ τί φέρεται καὶ ἐπὶ ποίας ὑπάρχει γνώμης.

ὁ δʼ Ἀπελλῆς, ἀγνοῶν τὰ καθʼ αὑτόν, πεπεισμένος δʼ, ἐὰν εἰς ὄψιν ἔλθῃ τῷ Φιλίππῳ, πάντα κατὰ τὴν ἑαυτοῦ γνώμην διοικήσειν, ὥρμησε τοῖς περὶ τὸν Λεόντιον ἐπικουρήσων ἐκ τῆς Χαλκίδος.

παραγενομένου δʼ εἰς τὴν Κόρινθον αὐτοῦ, μεγάλην σπουδὴν ἐποιοῦντο καὶ παρώξυνον τοὺς νέους εἰς τὴν ἀπάντησιν οἱ περὶ τὸν Λεόντιον καὶ Πτολεμαῖον καὶ Μεγαλέαν, ὄντες ἡγεμόνες τῶν τε πελταστῶν καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων συστημάτων.

γενομένης δὲ τῆς εἰσόδου τραγικῆς διὰ τὸ πλῆθος τῶν ἀπαντησάντων ἡγεμόνων καὶ στρατιωτῶν, ἧκε πρὸς τὴν αὐλὴν ὁ προειρημένος εὐθέως ἐκ πορείας.

βουλομένου δʼ αὐτοῦ κατὰ τὴν προγεγενημένην συνήθειαν εἰσιέναι, παρακατέσχε τις τῶν ῥαβδούχων κατὰ τὸ συντεταγμένον, φήσας οὐκ εὐκαίρως ἔχειν τὸν βασιλέα.

ξενισθεὶς δὲ καὶ διαπορήσας ἐπὶ πολὺν χρόνον διὰ τὸ παράδοξον ὁ μὲν Ἀπελλῆς ἐπανῆγε διατετραμμένος, οἱ δὲ λοιποὶ παραχρῆμα πάντες ἀπέρρεον ἀπʼ αὐτοῦ προφανῶς, ὥστε τὸ τελευταῖον μόνον μετὰ τῶν ἰδίων παίδων εἰσελθεῖν εἰς τὴν αὑτοῦ κατάλυσιν.