Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεομένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρατοπέδευσε.

τῇ δʼ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφʼ ἑκατέρου τῶν λόφων, ὧν ὁ μὲν Ὄλυμπος, ὁ δʼ Εὔας καλεῖται, μετὰ ταῦτα προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν.

ἀφικόμενος δʼ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος διʼ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον.

παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι διαλύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτωλοῖς περὶ τῆς διαλύσεως,

αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις.

κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος,

ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν.

διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς.

τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας ὁ Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν.