Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
τῇ δʼ ἐπιούσῃ πορθῶν ἅμα τὴν χώραν εἰς τὸν Πύρρου καλούμενον κατέβη χάρακα. δύο δὲ τὰς ἑξῆς ἡμέρας ἐπιδραμὼν καὶ δῃώσας τοὺς σύνεγγυς τόπους,
κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην· καὶ ποιησάμενος προσβολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου.
μεταβαλόμενος δʼ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δʼ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ διακόσια καὶ τριάκοντα στάδια.
τοῦτο δʼ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα τῆς Λακωνικῆς.
ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.
οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλππίου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους.
τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν·
ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι συνάψαι τοῖς περὶ τὸν Φίλιππον.
παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, ὃ κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρατοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως·
οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούντων τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ τείχους αὐτοῦ παρενέβαλον.
ὁ δὲ Λυκοῦργος, προσαγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακεδαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς. οἱ δὲ Μεσσήνιοι,
τἄλλα πάντα κακῶς βουλευσάμενοι, καὶ μάλιστα προελθεῖν ἐκ τῆς Τεγέας, μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις, παρʼ αὐτόν γε τὸν κίνδυνον κατὰ τὴν ἐπίθεσιν ὅμως τὸ δυνατὸν ἐκ τῶν πραγμάτων ἔλαβον πρὸς τὴν ἑαυτῶν σωτηρίαν·