Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.
τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.
δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον,
ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες
δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων,
οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλʼ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν.
εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπομένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρʼ ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν ἢ προυργιαίτερόν τι ποιοῦνται τούτου, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν; νὴ Δίʼ,
ἀλλʼ ἴσως εὐεπίθετοι τοῖς πολεμεῖν καὶ παρασπονδεῖν προθεμένοις ἐκ τῆς τοιαύτης ἀγωγῆς γίνονται τῶν βίων.
ἀλλʼ ἐκεῖνο μὲν σπάνιον, κἄν ποτε γένηται, δυνάμενον κοινῆς ὑπὸ τῶν Ἑλλήνων τυγχάνειν ἐπικουρίας·
πρὸς δὲ τὰς κατὰ μέρος ἀδικίας ὑπογενομένης τοῖς βίοις χορηγίας, ὅπερ εἰκὸς ὑπάρξειν πάντα χρόνον ἐν εἰρήνῃ διάγουσι, δῆλον ὡς οὐκ ἂν ἠπόρησαν ξένων καὶ μισθοφόρων τῶν κατὰ τόπους ἢ καιροὺς παρεφεδρευόντων.
νῦν δὲ τὸ σπάνιον καὶ παράδοξον δεδιότες, ἐν συνεχέσι πολέμοις καὶ καταφθοραῖς τήν τε χώραν ἔχουσι καὶ τοὺς βίους.
ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρότερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν πρὸς τὸ παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν ἀσυλίαν· τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμε
νόντων, οἰκοῦσι διαφερόντως Ἠλεῖοι. διὸ καὶ κατὰ τὴν Φιλίππου παρουσίαν ἄπλετον μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλεῖον τὸ τῶν συμπεφευγότων.