Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς
Βυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν.
ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν·
ὁ δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.
ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν.
Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας.