Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς κατὰ τὸν Ἡράκλειτον, πειρατέον δὲ διʼ αὐτῆς τῆς ἱστορίας ἱκανὴν παριστάναι πίστιν τοῖς ἀκούουσι.
φαμὲν δὴ χώννυσθαι μὲν καὶ πάλαι καὶ νῦν τὸν Πόντον, χρόνῳ γε μὴν ὁλοσχερῶς ἐγχωσθήσεσθαι τήν τε Μαιῶτιν καὶ τοῦτον, μενούσης γε δὴ τῆς αὐτῆς τάξεως περὶ τοὺς τόπους, καὶ τῶν αἰτίων τῆς ἐγχώσεως ἐνεργούντων κατὰ τὸ συνεχές.
ὅταν γὰρ ὁ μὲν χρόνος ἄπειρος ᾖ, τὰ δὲ κοιλώματα πάντη πάντως ὡρισμένα, δῆλον ὡς, κἂν τὸ τυχὸν εἰσφέρηται, πληρωθήσονται τῷ χρόνῳ.
κατὰ φύσιν γὰρ τὸ πεπερασμένον ἐν ἀπείρῳ χρόνῳ συνεχῶς γινόμενον ἢ φθειρόμενον, κἂν κατʼ ἐλάχιστον γίνηται — τοῦτο γὰρ νοείσθω νῦν — ἀνάγκη τελειωθῆναι κατὰ τὴν πρόθεσιν.
ὅταν δὲ μὴ τὸ τυχόν, ἀλλὰ καὶ λίαν πολύς τις εἰσφέρηται χοῦς, φανερὸν ὡς οὐ ποτέ, ταχέως δὲ συμβήσεται γενέσθαι τὸ νῦν δὴ λεγόμενον ὑφʼ ἡμῶν.
ὃ δὴ καὶ φαίνεται γινόμενον. τὴν μὲν οὖν Μαιῶτιν ἤδη κεχῶσθαι συμβαίνει· τὸ γάρ τοι πλεῖστον αὐτῆς μέρος ἐν ἑπτὰ καὶ πέντε ὀργυιαῖς ἐστι· διὸ καὶ πλεῖν αὐτὴν οὐκέτι δύνανται ναυσὶ μεγάλαις χωρὶς καθηγεμόνος.
οὖσά τʼ ἐξ ἀρχῆς θάλαττα σύρρους τῷ Πόντῳ, καθάπερ οἱ παλαιοὶ συμφωνοῦσι, νῦν ἐστι λίμνη γλυκεῖα, τῆς μὲν θαλάττης ἐκπεπιεσμένης ὑπὸ τῶν ἐγχωμάτων, τῆς δὲ τῶν ποταμῶν εἰσβολῆς ἐπικρατούσης.
ἔσται δὲ καὶ περὶ τὸν Πόντον παραπλήσιον, καὶ γίνεται νῦν· ἀλλʼ οὐ λίαν τοῖς πολλοῖς ἐστι καταφανὲς διὰ τὸ μέγεθος τοῦ κοιλώματος. τοῖς μέντοι γε βραχέα συνεπιστήσασι καὶ νῦν
ἐστι δῆλον τὸ γινόμενον. τοῦ γὰρ Ἴστρου πλείοσι στόμασιν ἀπὸ τῆς Εὐρώπης εἰς τὸν Πόντον εἰσβάλλοντος, συμβαίνει πρὸς τοῦτον σχεδὸν ἐπὶ χίλια στάδια συνεστάναι ταινίαν ἡμέρας δρόμον ἀπέχουσαν τῆς γῆς [ἥτις νῦν συνέστηκεν] ἐκ τῆς τοῖς στόμασιν εἰσφερομένης ἰλύος·
ἐφʼ ἣν ἔτι πελάγιοι τρέχοντες οἱ πλέοντες τὸν Πόντον λανθάνουσιν ἐποκέλλοντες νυκτὸς ἐπὶ τοὺς τόπους. καλοῦσι δʼ αὐτοὺς οἱ ναυτικοὶ Στήθη.
τοῦ δὲ μὴ παρʼ αὐτὴν συνίστασθαι τὴν γῆν, ἀλλʼ ἐπὶ τὸ πολὺ προωθεῖσθαι τὸν χοῦν, ταύτην νομιστέον εἶναι τὴν αἰτίαν.
ἐφʼ ὅσον μὲν γὰρ αἱ ῥύσεις τῶν ποταμῶν διὰ τὴν βίαν τῆς φορᾶς ἐπικρατοῦσι καὶ διωθοῦνται τὴν θάλατταν, ἐπὶ τοσοῦτο καὶ τὴν γῆν καὶ πάντα τὰ φερόμενα τοῖς ῥεύμασιν ἀνάγκη προωθεῖσθαι καὶ μὴ λαμβάνειν μονὴν μηδὲ στάσιν ἁπλῶς·
ὅταν δὲ διὰ τὸ βάθος ἤδη καὶ πλῆθος τῆς θαλάττης ἐκλύηται τὰ ῥεύματα, τότʼ εἰκὸς ἤδη κατὰ φύσιν φερόμενον κάτω μονὴν καὶ στάσιν λαμβάνειν τὸν χοῦν.