Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
καὶ παραυτίκα προσῄει τοῖς ἐφόροις οἰόμενοι δεῖν τῷ τε Μαχατᾷ δίδοσθαι τὴν ἔφοδον ἐπὶ τοὺς πολλούς, καὶ βασιλέας καθιστάναι κατὰ τὰ πάτρια, καὶ μὴ περιορᾶν τὸν πλείω χρόνον παρὰ τοὺς νόμους καταλελυμένην τὴν τῶν Ἡρακλειδῶν ἀρχήν.
οἱ δʼ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστροφήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν τὴν ἐκκλησίαν.
συναχθέντος δὲ τοῦ πλήθους παρελθὼν ὁ Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς.
μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον.
οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπʼ ἄλλης ἐγένοντο γνώμης,
καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας.
γενομένων δὲ τούτων, ὁ μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν
εἰς τὴν οἰκείαν, οἱ δʼ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων.
κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δʼ ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας.
ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς. καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος·
τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτʼ ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας.
ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δʼ ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν.
ἐποίουν δὲ ταῦτα, καὶ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον — οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν — ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας.