Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
ἐξέπεμψαν ἄνδρας δέκα πρὸς τὸν Φίλιππον οἳ καὶ πορευθέντες εἰς τὴν Τεγέαν καὶ παρελθόντες εἰς τὸ τοῦ βασιλέως συνέδριον, Ὠμίου προεστῶτος αὐτῶν, κατηγόρησαν μὲν τῶν περὶ τὸν Ἀδείμαντον ὡς αἰτίων γεγονότων τῆς κινήσεως,
πάντα δʼ ὑπισχνοῦνται ποιήσειν αὐτοὶ τῷ Φιλίππῳ τὰ κατὰ τὴν συμμαχίαν, καὶ μηδενὸς ἐν μηδενὶ φανήσεσθαι δεύτεροι κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τῶν δοκούντων ἀληθινῶν αὐτῷ φίλων ὑπάρχειν.
οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντες μετέστησαν, οἱ δὲ μετέχοντες τοῦ συνεδρίου διεφέροντο πρὸς ἀλλήλους ταῖς γνώμαις.
καὶ τινὲς μέν, εἰδότες τὴν κακοπραγμοσύνην τῶν ἐν τῇ Σπάρτῃ, καὶ πεπεισμένοι τοὺς περὶ τὸν Ἀδείμαντον ἀπολωλέναι διὰ τὴν πρὸς αὑτοὺς εὔνοιαν, τούς τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι κοινοπραγεῖν τοῖς Αἰτωλοῖς, συνεβούλευον τῷ Φιλίππῳ παράδειγμα ποιῆσαι τοὺς Λακεδαιμονίους, χρησάμενον αὐτοῖς τὸν αὐτὸν τρόπον ὅνπερ Ἀλέξανδρος ἐχρήσατο Θηβαίοις εὐθέως παραλαβὼν τὴν ἀρχήν·
ἕτεροι δὲ τῶν πρεσβυτέρων τὴν μὲν τοιαύτην ὀργὴν βαρυτέραν ἀπέφαινον εἶναι τῶν γεγονότων, ἐπιτιμῆσαι δὲ δεῖν τοῖς αἰτίοις, καὶ μεταστησάμενον τούτους ἐγχειρίσαι τὸ πολίτευμα καὶ τὰς ἀρχὰς τοῖς αὑτοῦ
φίλοις. ὁ δὲ βασιλεὺς ἐπὶ πᾶσιν, εἰ χρὴ τοῦ βασιλέως λέγειν τὰς τότε γνώμας· οὐ γὰρ εἰκὸς ἑπτακαιδεκαέτη παῖδα περὶ τηλικούτων δύνασθαι πραγμάτων διευκρινεῖν.
ἀλλʼ ἡμῖν μὲν καθήκει τοῖς γράφουσι τὰς κυρούσας τὰ διαβούλια γνώμας ἀνατιθέναι τοῖς προεστῶσι τῶν ὅλων· τοὺς μέντοι γʼ ἀκούοντας αὐτοὺς χρὴ συνυπονοεῖν διότι τῶν συνόντων καὶ μάλιστα τῶν παρακειμένων εἰκός ἐστιν εἶναι τὰς τοιαύτας ὑποθέσεις καὶ διαλήψεις·
ὧν Ἀράτῳ τις ἐπιεικέστατʼ ἂν προσάπτοι τὴν τότε ῥηθεῖσαν ὑπὸ τοῦ βασιλέως γνώμην.
ὁ γὰρ Φίλιππος τὰ μὲν κατʼ ἰδίαν τῶν συμμάχων εἰς αὑτοὺς ἀδικήματα καθήκειν ἔφησεν αὑτῷ μέχρι λόγου καὶ γραμμάτων διορθοῦν καὶ συνεπισημαίνεσθαι,
τὰ δὲ πρὸς τὴν κοινὴν ἀνήκοντα συμμαχίαν, ταῦτʼ ἔφη μόνα δεῖν κοινῆς ἐπιστροφῆς καὶ διορθώσεως τυγχάνειν ὑπὸ πάντων.