Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ ταῦτʼ ἐποίουν μετὰ χλευασμοῦ καὶ λοιδορίας ἀσυροῦς καὶ δυσμενικῆς.

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡ γυνὴ θεωροῦσα τὸν Ἀσδρούβαν προκαθήμενον μετὰ τοῦ στρατηγοῦ προῆλθεν ἐκ τῶν αὐτομόλων, αὐτὴ μὲν ἐλευθερίως καὶ σεμνῶς ἠμφιεσμένη, τοὺς δὲ παῖδας ἐν χιτωνίσκοις ἐξ ἑκατέρου τοῦ μέρους προσειληφυῖα ταῖς χερσὶ μετὰ τῶν ἰδίων ἐνδυμάτων.

καὶ τὸ μὲν πρῶτον ὀνομαστὶ προσεφώνει τὸν Ἀσδρούβαν, τοῦ δʼ ἀποσιωπῶντος καὶ νεύοντος εἰς τὴν γῆν, τὰς μὲν ἀρχὰς τοὺς θεοὺς ἐπεκαλεῖτο καὶ τῷ στρατηγῷ μεγάλας ἀπένεμε τὰς χάριτας, διότι τὸ μὲν ἐκείνου μέρος οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ τὰ τέκνα σῴζεται·