Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Καρχηδόνιοι ταῦτʼ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων.

μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθʼ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ τῆς συγκλήτου καὶ τῆς γερουσίας καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,

ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γʼ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων.

παραγενόμενοι δʼ εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος.

οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν.

ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς.

δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖσθαι.

δεῖν γὰρ οὐ μὰ Δία νῦν διαπορεῖν τί διὰ τῶν ὑπάτων αὐτοῖς παραγγελθήσεται, καὶ διὰ τί περὶ πόλεως οὐδεμίαν ἐποιήσατο μνείαν ἡ σύγκλητος, ἀλλὰ καθʼ ὃν καιρὸν ἐδίδοσαν τὴν ἐπιτροπήν·

δόντας δὲ σαφῶς γινώσκειν διότι πᾶν τὸ παραγγελλόμενον ἐπιδεκτέον ἐστίν, ἐὰν μὴ τελέως ὑπερήφανον ᾖ καὶ παρὰ τὴν προσδοκίαν·

εἰ δὲ μή, τότε πάλιν βουλεύεσθαι πότερα δεῖ προσδέχεσθαι τὸν πόλεμον εἰς τὴν χώραν καὶ πάσχειν ὅ, τι ποτʼ ἂν οὗτος ἐπιφέρῃ τῶν δεινῶν, ἢ κατορρωδήσαντας τὴν τῶν πολεμίων ἔφοδον ἐθελοντὴν ἀναδέχεσθαι πᾶν τὸ προσταττόμενον.

πάντων δὲ διὰ τὸν ἐφεστῶτα πόλεμον καὶ διὰ τὸ τῆς προσδοκίας ἄδηλον φερομένων ἐπὶ τὸ πειθαρχεῖν τοῖς παραγγελλομένοις, ἔδοξεν πέμπειν τοὺς ὁμήρους εἰς τὸ Λιλύβαιον.

καὶ παραυτίκα καταλέξαντες τριακοσίους τῶν νέων ἐξέπεμπον μετὰ μεγάλης οἰμωγῆς καὶ δακρύων, ἅτε προπεμπόντων ἕκαστον τῶν ἀναγκαίων καὶ συγγενῶν, καὶ μάλιστα τῶν γυναικῶν ἐκκαουσῶν τὴν τοιαύτην διάθεσιν.

ἐπεὶ δὲ κατέπλευσαν εἰς τὸ Λιλύβαιον, οἱ μὲν ἐξ αὐτῆς παρεδόθησαν διὰ τῶν ὑπάτων Κοΐντῳ Φαβίῳ Μαξίμῳ — συνέβαινε γὰρ τοῦτον ἐπὶ τῆς Σικελίας τετάχθαι στρατηγὸν τότε —

διʼ οὗ παρακομισθέντες ἀσφαλῶς εἰς τὴν Ῥώμην συνεκλείσθησαν ὁμοῦ πάντες εἰς τὸ τῆς ἑκκαιδεκήρους νεώριον

καὶ τῶν μὲν ὁμήρων ἐκεῖσε παραχθέντων, οἱ στρατηγοὶ κατήχθησαν εἰς τὴν τῆς Ἰτύκης ἄκραν.

τούτων δὲ προσπεπτωκότων τοῖς Καρχηδονίοις ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων.

οὐ μὴν ἀλλʼ ἔδοξεν αὐτοῖς πρεσβευτὰς πέμπειν τοὺς πευσομένους τῶν ὑπάτων τί δεῖ ποιεῖν καὶ διασαφήσοντας ὅτι πρὸς πᾶν τὸ παραγγελλόμενον ἕτοιμοι πάντες εἰσίν.