Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
οἱ δὲ Καρχηδόνιοι ταῦτʼ ἀκούσαντες ἔχαιρον, δόξαντες ὡς ἐν κακῶν αἱρέσει καλῶς σφίσιν κεχρῆσθαι τὴν σύγκλητον, ἅτε τῶν ἀναγκαιοτάτων καὶ μεγίστων αὐτοῖς συγκεχωρημένων.
μετὰ δὲ ταῦτα τοῦ στρατηγοῦ διασαφοῦντος διότι τεύξονται τούτων, ἐὰν τριακοσίους ὁμήρους εἰς τὸ Λιλύβαιον ἐκπέμψωσιν ἐν τριάκονθʼ ἡμέραις τοὺς υἱοὺς τῶν ἐκ τῆς συγκλήτου καὶ τῆς γερουσίας καὶ τοῖς ὑπὸ τῶν ὑπάτων παραγγελλομένοις πειθαρχήσωσιν,
ἐπὶ ποσὸν ἠπόρησαν ποῖα τὰ διὰ τῶν ὑπάτων αὐτοῖς ἔσται παραγγελλόμενα· πλὴν τότε γʼ ἐξ αὐτῆς ὥρμησαν, σπεύδοντες ἀναγγεῖλαι τῇ πατρίδι περὶ τούτων.
παραγενόμενοι δʼ εἰς τὴν Καρχηδόνα διεσάφουν τοῖς πολίταις τὰ κατὰ μέρος.
οἱ δὲ διακούσαντες τἄλλα μὲν ἐνδεχομένως ἐνόμιζον βεβουλεῦσθαι τοὺς πρεσβευτάς, περὶ δὲ πόλεως μὴ γεγονέναι μνείαν εἰς μεγάλην ἐπίστασιν αὐτοὺς ἦγε καὶ πολλὴν ἀμηχανίαν.
ἐν δὲ τῷ καιρῷ τούτῳ φασὶ Μάγωνα τὸν Βρέττιον χρήσασθαι λόγοις ἀνδρώδεσι καὶ πραγματικοῖς.
δύο γάρ, ὡς ἔοικε, καιροὺς ἔφασκεν εἶναι τοῦ βουλεύσασθαι περὶ σφῶν καὶ τῆς πατρίδος, ὧν τὸν μὲν ἕνα παρεῖσθαι.