Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
μάλιστα ὑπὸ τοῦ Εὐεργέτου τοῦ Φύσκωνος, καθʼ ὃν ἧκεν εἰς τὴν Ἀλεξάνδρειαν ὁ Πολύβιος —
καταστασιαζόμενος γὰρ ὁ Φύσκων πλεονάκις τοῖς στρατιώταις ἐφίει τὰ πλήθη καὶ διέφθειρε —
, τοιούτων δή, φησίν, ὄντων τῶν ἐν τῇ πόλει, λοιπὸν ἦν τῷ ὄντι τὸ τοῦ ποιητοῦ
Αἴγυπτόνδʼ ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε.
πύρινος πόλεμος, ὁ Ῥωμαίων πρὸς τοὺς Κελτίβηρας συσταθείς. θαυμαστὴν γὰρ ἔσχε τὴν ἰδιότητα τήν τε συνέχειαν τῶν ἀγώνων.
τοὺς γὰρ κατὰ τὴν Ἑλλάδα πολέμους καὶ τοὺς κατὰ τὴν Ἀσίαν ὡς ἐπίπαν μία μάχη κρίνει, σπανίως δὲ δευτέρα, καὶ τὰς μάχας αὐτὰς εἷς καιρὸς ὁ κατὰ τὴν πρώτην ἔφοδον καὶ σύμπτωσιν τῆς δυνάμεως·
κατὰ δὲ τοῦτον τὸν πόλεμον τἀναντία συνέβαινε τοῖς προειρημένοις.
τοὺς μὲν γὰρ κινδύνους ὡς ἐπίπαν ἡ νὺξ διέλυε, τῶν ἀνδρῶν οὔτʼ εἴκειν ταῖς ψυχαῖς οὔτε παρακαθιέναι τοῖς σώμασι βουλομένων διὰ τὸν κόπον, ἀλλʼ ἐξ ὑποστροφῆς καὶ μεταμελείας αὖθις ἄλλας ἀρχὰς ποιουμένων.
τόν γε μὴν ὅλον πόλεμον καὶ τὴν συνέχειαν τῶν ἐκ παρατάξεως διακρίσεων ὁ χειμὼν ἐπὶ ποσὸν διεῖργε.
καθόλου γάρ, εἴ τις διανοηθείη πύρινον πόλεμον, οὐκ ἂν ἕτερον ἢ τοῦτον νοήσειε. —
ὅτι ἐπειδὴ οἱ Κελτίβηρες ἀνοχὰς ποιησάμενοι πρὸς Μάρκον Κλαύδιον τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξαπέστειλαν τὰς πρεσβείας εἰς τὴν Ῥώμην, οὗτοι μὲν τὴν ἡσυχίαν ἦγον, καραδοκοῦντες τὴν ἀπόφασιν τῆς συγκλήτου,
Μάρκος δὲ στρατεύσας εἰς τοὺς Λυσιτανοὺς καὶ τὴν Νερκόβρικα πόλιν κατὰ κράτος ἑλὼν ἐν Κορδύβᾳ τὴν παραχειμασίαν ἐποιεῖτο.
τῶν δὲ πρέσβεων εἰς τὴν Ῥώμην παραγενομένων, τοὺς μὲν παρὰ τῶν Βελλῶν καὶ Τίττων, ὅσοι τὰ Ῥωμαίων ᾑροῦντο, παρεδέξαντο πάντας εἰς τὴν πόλιν,
τοὺς δὲ παρὰ τῶν Ἀραυακῶν πέραν τοῦ Τιβέρεως ἐκέλευσαν κατασκηνοῦν διὰ τὸ πολεμίους ὑπάρχειν, ἕως βουλεύσωνται περὶ τῶν ὅλων.
γενομένου δὲ καιροῦ πρὸς ἔντευξιν, κατὰ πόλιν ὁ στρατηγὸς εἰσῆγε τοὺς συμμάχους.
οἱ δὲ καίπερ ὄντες βάρβαροι διετίθεντο λόγους καὶ πάσας ἐξευκρινεῖν ἐπειρῶντο τὰς διαφοράς,
ὑποδεικνύντες ὡς, εἰ μὴ συσταλήσονται καὶ τεύξονται τῆς ἁρμοζούσης κολάσεως οἱ πεπολεμηκότες, παραυτίκα μέν, ἐπανελθόντων τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐκ τῆς Ἰβηρίας, ἐκ χειρὸς προσεπιθήσουσι τὴν δίκην αὐτοῖς.
ὡς προδόταις γεγονόσι, ταχὺ δὲ πάλιν αὐτοὶ κινήσουσι πραγμάτων ἀρχήν, ἐὰν ἀνεπιτίμητοι διαφύγωσιν ἐκ τῆς πρώτης ἁμαρτίας, ἑτοίμους δὲ πάντας πρὸς καινοτομίαν ποιήσουσι τοὺς κατὰ τὴν Ἰβηρίαν, ὡς ἱκανοὶ γεγονότες ἀντίπαλοι Ῥωμαίοις.
διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθʼ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας,
ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν, ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις.
οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν.