Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι καθʼ ὅσον ἐδόκουν οἱ Ῥωμαῖοι βαρύτερον τῷ Εὐμένει προσφέρεσθαι, κατὰ τοσοῦτο συνέβαινε τοὺς Ἕλληνας προσοικειοῦσθαι, φύσει τῶν ἀνθρώπων ἀεὶ τῷ θλιβομένῳ τὴν εὔνοιαν προσνεμόντων. —

ὁ δὲ Ἀριαράθης ὁ βασιλεὺς Καππαδοκίας προσδεδεγμένος τοὺς εἰς τὴν Ῥώμην ἀποσταλέντας πρεσβευτάς, νομίσας ἐκ τῶν ἀποκρίσεων ἐν ὀρθῷ κεῖσθαι τὴν βασιλείαν αὑτῷ νῦν, ἐπειδὴ καθῖκται τῆς Ῥωμαίων εὐνοίας, ἔθυε τοῖς θεοῖς χαριστήρια τῶν γεγονότων καὶ τοὺς ἡγεμόνας εἱστία.

μετὰ δὲ ταῦτα πρεσβευτὰς ἀπέστειλε πρὸς τοὺς περὶ τὸν Λυσίαν εἰς τὴν Ἀντιόχειαν, σπουδάζων ἀνακομίσασθαι τὰ τῆς ἀδελφῆς καὶ μητρὸς ὀστᾶ.

τὸ μὲν οὖν ἐγκαλεῖν ὑπὲρ τοῦ γεγονότος ἀσεβήματος ἀπεδοκίμαζεν, οὐ βουλόμενος ἐρεθίζειν τοὺς περὶ τὸν Λυσίαν, ἵνα μὴ διαψευσθῇ τῆς προθέσεως, καίπερ βαρέως φέρων τὸ γεγονός· ἀξιωματικὰς δὲ δοὺς ἐντολὰς ἐξαπέστειλε τοὺς πρέσβεις.

τῶν δὲ περὶ τὸν Λυσίαν συγχωρησάντων, καὶ τῶν ὀστῶν ἀνακομισθέντων ὡς αὐτόν, ἀποδεξάμενος μεγαλομερῶς τὴν παρουσίαν αὐτῶν ἔθαψε παρὰ τὸν τοῦ πατρὸς τάφον κηδεμονικῶς. —

ὅτι κατὰ τοὺς καιροὺς τούτους παρεγένοντο πρέσβεις ἐκ τῆς Ῥώμης πρῶτον μὲν οἱ περὶ τὸν Μάρκον Ἰούνιον, διευκρινήσοντες τὰ πρὸς τοὺς Γαλάτας διαφέροντα τῷ βασιλεῖ.

ἐπειδὴ γὰρ οὐκ ἠδυνήθησαν οἱ Τρόκμοι διʼ αὑτῶν ἀποτεμέσθαι τῆς Καππαδοκίας οὐδέν, ἀλλʼ ἐκ χειρὸς ᾨκοδομήσαντο τὴν δίκην ἐπιβαλόμενοι τόλμαν, καταφυγόντες ἐπὶ Ῥωμαίους διαβάλλειν ἐπειρῶντο τὸν Ἀριαράθην.

ὧν χάριν ἀπεστάλησαν οἱ περὶ τὸν Ἰούνιον. πρὸς οὓς

ὁ βασιλεὺς ποιησάμενος τοὺς ἁρμόζοντας λόγους καὶ τἄλλα φιλανθρώπως ὁμιλήσας ἐκείνους μὲν εὐλογοῦντας ἀπέστειλε.

μετὰ δὲ ταῦτα, παραγενομένων πρεσβευτῶν τῶν περὶ Γνάιον Ὀκτάουιον καὶ Σπόριον Λοκρήτιον καὶ διαλεγομένων τῷ βασιλεῖ πάλιν περὶ τῶν πρὸς τοὺς Γαλάτας αὐτῷ διαφερόντων,

βραχέα περὶ τούτων κοινολογησάμενος καὶ φήσας εὐεπάγωγος εἶναι πρὸς τὸ κριθέν, λοιπὸν ἤδη τὸν πλείω λόγον ὑπὲρ τῶν κατὰ Συρίαν ἐποιεῖτο πραγμάτων, εἰδὼς ἐκεῖσε προάγοντας τοὺς περὶ τὸν Ὀκτάουιον,

ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς.

οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς,

εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. —